Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἀσπάζωνται διὰ τἀργύριον, καὶ πρῶτα μὲν ἡ θυγάτηρ με
  2. ἀπονίζῃ καὶ τὼ πόδʼ ἀλείφῃ καὶ προσκύψασα φιλήσῃ
  3. καὶ παππίζουσʼ ἅμα τῇ γλώττῃ τὸ τριώβολον ἐκκαλαμᾶται,
  4. καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ,
  5. κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί,
  6. ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ
  7. ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσει
  8. καταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,
  9. τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν.
  10. κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαι
  11. οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς
  12. βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
  13. ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω,
Φιλοκλέων
  1. ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς;
  2. ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
  3. πᾶς τίς φησιν τῶν παριόντων,
  4. οἷον βροντᾷ τὸ δικαστήριον,
  5. ὦ Ζεῦ βασιλεῦ.
  6. κἂν ἀστράψω, ποππύζουσιν
  7. κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες