Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὔτε τινʼ ἔχων πρόφασιν
  2. οὔτε λόγον εὐτράπελον,
  3. αὐτὸς ἄρχων μόνος;
Βδελυκλέων
  1. ἔσθʼ ὅπως ἄνευ μάχης καὶ τῆς κατοξείας βοῆς
  2. ἐς λόγους ἔλθοιμεν ἀλλήλοισι καὶ διαλλαγάς;
Χορός
  1. σοὐς λόγους ὦ μισόδημε καὶ μοναρχίας ἐραστά,
  2. καὶ ξυνὼν Βρασίδᾳ καὶ φορῶν κράσπεδα
  3. στεμμάτων τήν θʼ ὑπήνην ἄκουρον τρέφων;
Βδελυκλέων
  1. νὴ Δίʼ ἦ μοι κρεῖττον ἐκστῆναι τὸ παράπαν τοῦ πατρὸς
  2. μᾶλλον ἢ κακοῖς τοσούτοις ναυμαχεῖν ὁσημέραι.
Χορός
  1. οὐδὲ μὴν οὐδʼ ἐν σελίνῳ σοὐστὶν οὐδʼ ἐν πηγάνῳ·
  2. τοῦτο γὰρ παρεμβαλοῦμεν τῶν τριχοινίκων ἐπῶν.
  3. ἀλλὰ νῦν μὲν οὐδὲν ἀλγεῖς, ἀλλʼ ὅταν ξυνήγορος
  4. ταὐτὰ ταῦτα σου καταντλῇ καὶ ξυνωμότας καλῇ.
Βδελυκλέων
  1. ἆρʼ ἂν ὦ πρὸς τῶν θεῶν ὑμεῖς ἀπαλλαχθεῖτέ μου;
  2. ἢ δέδοκταί μοι δέρεσθαι καὶ δέρειν διʼ ἡμέρας;
Χορός
  1. οὐδέποτέ γʼ, οὐχ ἕως ἄν τί μου λοιπὸν ᾖ,
  2. ὅστις ἡμῶν ἐπὶ τυραννίδʼ ὧδʼ ἐστάλης.
Βδελυκλέων
  1. ὡς ἅπανθʼ ὑμῖν τυραννίς ἐστι καὶ ξυνωμόται,
  2. ἤν τε μεῖζον ἤν τʼ ἔλαττον πρᾶγμά τις κατηγορῇ,