Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὔκ, ἀλλὰ τῳδί μοι δοκῶ τὸν λύχνον προβύσειν.
Χορός
  1. τί δὴ μαθὼν τῷ δακτύλῳ τὴν θρυαλλίδʼ ὠθεῖς,
  2. καὶ ταῦτα τοὐλαίου σπανίζοντος ὦνόητε;
  3. οὐ γὰρ δάκνει σʼ, ὅταν δέῃ τίμιον πρίασθαι.
Παίς
  1. εἰ νὴ Δίʼ αὖθις κονδύλοις νουθετήσεθʼ ἡμᾶς,
  2. ἀποσβέσαντες τοὺς λύχνους ἄπιμεν οἴκαδʼ αὐτοί·
  3. κἄπειτʼ ἴσως ἐν τῷ σκότῳ τουτουὶ στερηθεὶς
  4. τὸν πηλὸν ὥσπερ ἀτταγᾶς τυρβάσεις βαδίζων.
Χορός
  1. ἦ μὴν ἐγὼ σοῦ χἀτέρους μείζονας κολάζω.
  2. ἀλλʼ οὑτοσί μοι βόρβορος φαίνεται πατοῦντι·
  3. κοὐκ ἔσθʼ ὅπως οὐχ ἡμερῶν τεττάρων τὸ πλεῖστον
  4. ὕδωρ ἀναγκαίως ἔχει τὸν θεὸν ποιῆσαι.
  5. ἔπεισι γοῦν τοῖσιν λύχνοις οὑτοιὶ μύκητες·
  6. φιλεῖ δʼ, ὅταν τοῦτʼ ᾖ, ποιεῖν ὑετὸν μάλιστα.
  7. δεῖται δὲ καὶ τῶν καρπίμων ἅττα μή ʼστι πρῷα
  8. ὕδωρ γενέσθαι κἀπιπνεῦσαι βόρειον αὐτοῖς.
  9. τί χρῆμʼ ἄρʼ οὑκ τῆς οἰκίας τῆσδε συνδικαστὴς
  10. πέπονθεν, ὡς οὐ φαίνεται δεῦρο πρὸς τὸ πλῆθος;
  11. οὐ μὴν πρὸ τοῦ γʼ ἐφολκὸς ἦν, ἀλλὰ πρῶτος ἡμῶν
  12. ἡγεῖτʼ ἂν ᾄδων Φρυνίχου· καὶ γάρ ἐστιν ἁνὴρ