Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὁ δʼ ὡσπερεὶ κολοιὸς αὑτῷ παττάλους
  2. ἐνέκρουεν ἐς τὸν τοῖχον, εἶτʼ ἐξήλλετο.
  3. ἡμεῖς δὲ τὴν αὐλὴν ἅπασαν δικτύοις
  4. καταπετάσαντες ἐν κύκλῳ φυλάττομεν.
  5. ἔστιν δʼ ὄνομα τῷ μὲν γέροντι Φιλοκλέων
  6. ναὶ μὰ Δία, τῷ δʼ υἱεῖ γε τῳδὶ Βδελυκλέων,
  7. ἔχων τρόπους φρυαγμοσεμνάκους τίνας.
Βδελυκλέων
  1. ὦ Ξανθία καὶ Σωσία, καθεύδετε;
Ξανθίας
  1. οἴμοι.
Σωσίας
  1. τί ἔστι;
Ξανθίας
  1. Βδελυκλέων ἀνίσταται.
Βδελυκλέων
  1. οὐ περιδραμεῖται σφῷν ταχέως δεῦρʼ ἅτερος;
  2. ὁ γὰρ πατὴρ ἐς τὸν ἰπνὸν εἰσελήλυθε
  3. καὶ μυσπολεῖ τι καταδεδυκώς. ἀλλʼ ἄθρει
  4. κατὰ τῆς πυέλου τὸ τρῆμʼ ὅπως μὴ ʼκδύσεται·
  5. σὺ δὲ τῇ θύρᾳ πρόσκεισο.
Σωσίας
  1. ταῦτʼ ὦ δέσποτα.
Βδελυκλέων
  1. ἄναξ Πόσειδον τί ποτʼ ἄρʼ ἡ κάπνη ψοφεῖ;
  2. οὗτος τίς εἶ σύ;
Φιλοκλέων
  1. καπνὸς ἔγωγʼ ἐξέρχομαι.