Wasps
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- † καί με κακίσταις † ἔκνισε· κᾆθʼ ὅτʼ ἀπεδειρόμην,
- οὑκτὸς ἐγέλων μέγα κεκραγότα θεώμενοι,
- οὐδὲν ἄρʼ ἐμοῦ μέλον, ὅσον δὲ μόνον εἰδέναι
- σκωμμάτιον εἴποτέ τι θλιβόμενος ἐκβαλῶ.
- ταῦτα κατιδὼν ὑπό τι μικρὸν ἐπιθήκισα·
- εἶτα νῦν ἐξηπάτησεν ἡ χάραξ τὴν ἄμπελον.
- ἰὼ χελῶναι μακάριαι τοῦ δέρματος,
- καὶ τρὶς μακάριαι τοῦ ʼπὶ ταῖς πλευραῖς τέγους.
- ὡς εὖ κατηρέψασθε καὶ νουβυστικῶς
- κεράμῳ τὸ νῶτον ὥστε τὰς πληγὰς στέγειν.
- ἐγὼ δʼ ἀπόλωλα στιζόμενος βακτηρίᾳ.
- τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ, κἂν ᾖ γέρων,
- καλεῖν δίκαιον ὅστις ἂν πληγὰς λάβῃ.
- οὐ γὰρ ὁ γέρων ἀτηρότατον ἄρʼ ἦν κακὸν
- καὶ τῶν ξυνόντων πολὺ παροινικώτατος;