Wasps

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. εἴπερ γʼ ἀνάγκη, κρίβανόν μʼ ἀμπίσχετε.
Βδελυκλέων
  1. φέρʼ ἀλλʼ ἐγώ σε περιβαλῶ· σὺ δʼ οὖν ἴθι.
Φιλοκλέων
  1. παράθου γε μέντοι καὶ κρεάγραν.
Βδελυκλέων
  1. τιὴ τί δή;
Φιλοκλέων
  1. ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
Βδελυκλέων
  1. ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
  2. τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
Φιλοκλέων
  1. ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
  2. ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα;
Βδελυκλέων
  1. ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως
  2. ἐς τὴν Λακωνικὴν ἀνύσας.
Φιλοκλέων
  1. ἀκικεῖς γέ με
  2. ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
Βδελυκλέων
  1. φέρε καὶ τὸν ἕτερον.
Φιλοκλέων
  1. μηδαμῶς τοῦτόν γʼ, ἐπεὶ
  2. πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων.
Βδελυκλέων
  1. οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Φιλοκλέων
  1. κακοδαίμων ἐγώ,
  2. ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Βδελυκλέων
  1. ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίως