Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- νεωτέροις τὴν φύσιν αὑτοῦ
- πράγμασιν χρωτίζεται
- καὶ σοφίαν ἐπασκεῖ.
- ὦ θεώμενοι κατερῶ πρὸς ὑμᾶς ἐλευθέρως
- τἀληθῆ νὴ τὸν Διόνυσον τὸν ἐκθρέψαντά με.
- οὕτω νικήσαιμί τʼ ἐγὼ καὶ νομιζοίμην σοφός,
- ὡς ὑμᾶς ἡγούμενος εἶναι θεατὰς δεξιοὺς
- καὶ ταύτην σοφώτατʼ ἔχειν τῶν ἐμῶν κωμῳδιῶν,
- πρώτους ἠξίωσʼ ἀναγεῦσʼ ὑμᾶς, ἣ παρέσχε μοι
- ἔργον πλεῖστον· εἶτʼ ἀνεχώρουν ὑπʼ ἀνδρῶν φορτικῶν
- ἡττηθεὶς οὐκ ἄξιος ὤν· ταῦτʼ οὖν ὑμῖν μέμφομαι
- τοῖς σοφοῖς, ὧν οὕνεκʼ ἐγὼ ταῦτʼ ἐπραγματευόμην.
- ἀλλʼ οὐδʼ ὣς ὑμῶν ποθʼ ἑκὼν προδώσω τοὺς δεξιούς.
- ἐξ ὅτου γὰρ ἐνθάδʼ ὑπʼ ἀνδρῶν, οἷς ἡδὺ καὶ λέγειν,
- ὁ σώφρων τε χὠ καταπύγων ἄριστʼ ἠκουσάτην,
- κἀγώ, παρθένος γὰρ ἔτʼ ἦν, κοὐκ ἐξῆν πώ μοι τεκεῖν,
- ἐξέθηκα, παῖς δʼ ἑτέρα τις λαβοῦσʼ ἀνείλετο,
- ὑμεῖς δʼ ἐξεθρέψατε γενναίως κἀπαιδεύσατε·
- ἐκ τούτου μοι πιστὰ παρʼ ὑμῖν γνώμης ἔσθʼ ὅρκια.
- νῦν οὖν Ἠλέκτραν κατʼ ἐκείνην ἥδʼ ἡ κωμῳδία