Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἴπερ βάλλει τοὺς ἐπιόρκους, δῆτʼ οὐχὶ Σίμωνʼ ἐνέπρησεν
- οὐδὲ Κλεώνυμον οὐδὲ Θέωρον; καίτοι σφόδρα γʼ εἴσʼ ἐπίορκοι·
- ἀλλὰ τὸν αὑτοῦ γε νεὼν βάλλει καὶ Σούνιον ἄκρον Ἀθηνέων
- καὶ τὰς δρῦς τὰς μεγάλας· τί μαθών; οὐ γὰρ δὴ δρῦς γʼ ἐπιορκεῖ.
- οὐκ οἶδʼ· ἀτὰρ εὖ σὺ λέγειν φαίνει. τί γάρ ἐστιν δῆθʼ ὁ κεραυνός;
- ὅταν ἐς ταύτας ἄνεμος ξηρὸς μετεωρισθεὶς κατακλῃσθῇ,
- ἔνδοθεν αὐτὰς ὥσπερ κύστιν φυσᾷ, κἄπειθʼ ὑπʼ ἀνάγκης
- ῥήξας αὐτὰς ἔξω φέρεται σοβαρὸς διὰ τὴν πυκνότητα,
- ὑπὸ τοῦ ῥοίβδου καὶ τῆς ῥύμης αὐτὸς ἑαυτὸν κατακάων.
- νὴ Δίʼ ἐγὼ γοῦν ἀτεχνῶς ἔπαθον τουτί ποτε Διασίοισιν
- ὀπτῶν γαστέρα τοῖς συγγενέσιν, κᾆτʼ οὐκ ἔσχων ἀμελήσας·
- ἡ δʼ ἄρʼ ἐφυσᾶτʼ, εἶτʼ ἐξαίφνης διαλακήσασα πρὸς αὐτὼ
- τὠφθαλμώ μου προσετίλησεν καὶ κατέκαυσεν τὸ πρόσωπον.
- ὦ τῆς μεγάλης ἐπιθυμήσας σοφίας ἄνθρωπε παρʼ ἡμῶν,
- ὡς εὐδαίμων ἐν Ἀθηναίοις καὶ τοῖς Ἕλλησι γενήσει,
- εἰ μνήμων εἶ καὶ φροντιστὴς καὶ τὸ ταλαίπωρον ἔνεστιν
- ἐν τῇ ψυχῇ, καὶ μὴ κάμνεις μήθʼ ἑστὼς μήτε βαδίζων,
- μήτε ῥιγῶν ἄχθει λίαν μήτʼ ἀριστᾶν ἐπιθυμεῖς,
- οἴνου τʼ ἀπέχει καὶ γυμνασίων καὶ τῶν ἄλλων ἀνοήτων,