Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πρὸς τῶν θεῶν τί γὰρ τάδʼ ἐστίν; εἰπέ μοι.
- ἀστρονομία μὲν αὑτηί.
- τουτὶ δὲ τί;
- γεωμετρία.
- τοῦτʼ οὖν τί ἐστι χρήσιμον;
- γῆν ἀναμετρῆσαι.
- πότερα τὴν κληρουχικήν;
- οὔκ, ἀλλὰ τὴν σύμπασαν.
- ἀστεῖον λέγεις.
- τὸ γὰρ σόφισμα δημοτικὸν καὶ χρήσιμον.
- αὕτη δέ σοι γῆς περίοδος πάσης. ὁρᾷς;
- αἵδε μὲν Ἀθῆναι.
- τί σὺ λέγεις; οὐ πείθομαι,
- ἐπεὶ δικαστὰς οὐχ ὁρῶ καθημένους.
- ὡς τοῦτʼ ἀληθῶς Ἀττικὸν τὸ χωρίον.
- καὶ ποῦ Κικυννῆς εἰσὶν οὑμοὶ δημόται;
- ἐνταῦθʼ ἔνεισιν. ἡ δέ γʼ Εὔβοἰ, ὡς ὁρᾷς,
- ἡδὶ παρατέταται μακρὰ πόρρω πάνυ.
- οἶδʼ· ὑπὸ γὰρ ἡμῶν παρετάθη καὶ Περικλέους.