Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. τὸν πρωκτὸν ἠχεῖν ὑπὸ βίας τοῦ πνεύματος.
Στρεψιάδης
  1. σάλπιγξ ὁ πρωκτός ἐστιν ἄρα τῶν ἐμπίδων.
  2. ὦ τρισμακάριος τοῦ διεντερεύματος.
  3. ἦ ῥᾳδίως φεύγων ἂν ἀποφύγοι δίκην
  4. ὅστις δίοιδε τοὔντερον τῆς ἐμπίδος.
Μαθητής
  1. πρώην δέ γε γνώμην μεγάλην ἀφῃρέθη
  2. ὑπʼ ἀσκαλαβώτου.
Στρεψιάδης
  1. τίνα τρόπον; κάτειπέ μοι.
Μαθητής
  1. ζητοῦντος αὐτοῦ τῆς σελήνης τὰς ὁδοὺς
  2. καὶ τὰς περιφορὰς εἶτʼ ἄνω κεχηνότος
  3. ἀπὸ τῆς ὀροφῆς νύκτωρ γαλεώτης κατέχεσεν.
Στρεψιάδης
  1. ἥσθην γαλεώτῃ καταχέσαντι Σωκράτους.
Μαθητής
  1. ἐχθὲς δέ γʼ ἡμῖν δεῖπνον οὐκ ἦν ἑσπέρας.
Στρεψιάδης
  1. εἶεν· τί οὖν πρὸς τἄλφιτʼ ἐπαλαμήσατο;
Μαθητής
  1. κατὰ τῆς τραπέζης καταπάσας λεπτὴν τέφραν
  2. κάμψας ὀβελίσκον εἶτα διαβήτην λαβὼν
  3. ἐκ τῆς παλαίστρας θοἰμάτιον ὑφείλετο.
Στρεψιάδης
  1. τί δῆτʼ ἐκεῖνον τὸν Θαλῆν θαυμάζομεν;
  2. ἄνοιγʼ ἄνοιγʼ ἀνύσας τὸ φροντιστήριον,