Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;
- ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ
- γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,
- ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν,
- ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
- ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.
- οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην
- ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε
- τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη
- ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
- ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
- ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
- ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.
- Ζεὺς γάρ τις ἔστιν;
- ἔστιν.
- οὐκ ἔστʼ, οὔκ, ἐπεὶ
- Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
- οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην
- διὰ τουτονὶ τὸν δῖνον. οἴμοι δείλαιος
- ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.