Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τῶν Αἰσχύλου λέξαι τί μοι· κᾆθʼ οὗτος εὐθὺς εἶπεν·
- ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς,
- ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;
- κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
- ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων
- λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.
- ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει
- ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.
- κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω
- πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός,
- ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ· εἶθʼ οὗτος ἐπαναπηδᾶ,
- κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
- οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς
- σοφώτατον;
- σοφώτατόν γʼ ἐκεῖνον·ὦ — τί σʼ εἴπω;
- ἀλλʼ αὖθις αὖ τυπτήσομαι.
- νὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν.
- καὶ πῶς δικαίως; ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα,
- αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.
- εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον·