Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
Πασίας
  1. καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
Στρεψιάδης
  1. μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο
  2. Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
Πασίας
  1. νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;
Στρεψιάδης
  1. τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
Πασίας
  1. καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς
  2. ἵνʼ ἂν κελεύσω ʼγώ σε;
Στρεψιάδης
  1. τοὺς ποίους θεούς;
Πασίας
  1. τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
Στρεψιάδης
  1. νὴ Δία
  2. κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.
Πασίας
  1. ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.
Στρεψιάδης
  1. ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.
Πασίας
  1. οἴμʼ ὡς καταγελᾷς.
Στρεψιάδης
  1. ἓξ χοᾶς χωρήσεται.
Πασίας
  1. οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς
  2. ἐμοῦ καταπροίξει.
Στρεψιάδης
  1. θαυμασίως ἥσθην θεοῖς,