Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. αὐτοί τε καὶ τἀρχαῖα καὶ τόκοι τόκων·
  2. οὐδὲν γὰρ ἄν με φλαῦρον ἐργάσαισθʼ ἔτι,
  3. οἷος ἐμοὶ τρέφεται
  4. τοῖσδʼ ἐνὶ δώμασι παῖς,
  5. ἀμφήκει γλώττῃ λάμπων,
  6. πρόβολος ἐμός, σωτὴρ δόμοις, ἐχθροῖς βλάβη,
  7. λυσανίας πατρῴων μεγάλων κακῶν·
  8. ὃν κάλεσον τρέχων ἔνδοθεν ὡς ἐμέ.
Σωκράτης
  1. ὦ τέκνον ὦ παῖ ἔξελθʼ οἴκων,
  2. ἄιε σοῦ πατρός.
  3. ὅδʼ ἐκεῖνος ἀνήρ.
Στρεψιάδης
  1. ὦ φίλος ὦ φίλος.
Σωκράτης
  1. ἄπιθι συλλαβών.
Στρεψιάδης
  1. ἰὼ ἰὼ τέκνον, ἰὼ ἰοῦ ἰοῦ.
  2. ὡς ἥδομαί σου πρῶτα τὴν χρόαν ἰδών.
  3. νῦν μέν γʼ ἰδεῖν εἶ πρῶτον ἐξαρνητικὸς
  4. κἀντιλογικός, καὶ τοῦτο τοὐπιχώριον
  5. ἀτεχνῶς ἐπανθεῖ, τὸ τί λέγεις σύ; καὶ δοκεῖν
  6. ἀδικοῦντʼ ἀδικεῖσθαι καὶ κακουργοῦντʼ οἶδʼ ὅτι·
  7. ἐπὶ τοῦ προσώπου τʼ ἐστὶν Ἀττικὸν βλέπος.