Clouds

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον.
  2. εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,
  3. ὥστε μήτʼ αὐχμὸν πιέζειν μήτʼ ἄγαν ἐπομβρίαν.
  4. ἢν δʼ ἀτιμάσῃ τις ἡμᾶς θνητὸς ὢν οὔσας θεάς,
  5. προσεχέτω τὸν νοῦν, πρὸς ἡμῶν οἷα πείσεται κακά,
  6. λαμβάνων οὔτʼ οἶνον οὔτʼ ἄλλʼ οὐδὲν ἐκ τοῦ χωρίου.
  7. ἡνίκʼ ἂν γὰρ αἵ τʼ ἐλαῖαι βλαστάνωσʼ αἵ τʼ ἄμπελοι,
  8. ἀποκεκόψονται· τοιαύταις σφενδόναις παιήσομεν.
  9. ἢν δὲ πλινθεύοντʼ ἴδωμεν, ὕσομεν καὶ τοῦ τέγους
  10. τὸν κέραμον αὐτοῦ χαλάζαις στρογγύλαις συντρίψομεν.
  11. κἂν γαμῇ ποτʼ αὐτὸς ἢ τῶν ξυγγενῶν ἢ τῶν φίλων,
  12. ὕσομεν τὴν νύκτα πᾶσαν· ὥστʼ ἴσως βουλήσεται
  13. κἂν ἐν Αἰγύπτῳ τυχεῖν ὢν μᾶλλον ἢ κρῖναι κακῶς.
Στρεψιάδης
  1. πέμπτη, τετράς, τρίτη, μετὰ ταύτην δευτέρα,
  2. εἶθʼ ἣν ἐγὼ μάλιστα πασῶν ἡμερῶν
  3. δέδοικα καὶ πέφρικα καὶ βδελύττομαι,
  4. εὐθὺς μετὰ ταύτην ἔσθʼ ἕνη τε καὶ νέα.
  5. πᾶς γάρ τις ὀμνὺς οἷς ὀφείλων τυγχάνω,
  6. θείς μοι πρυτανεῖʼ ἀπολεῖν μέ φησι κἀξολεῖν,
  7. κἀμοῦ μέτριά τε καὶ δίκαιʼ αἰτουμένου,