Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- τί δῆτʼ ἐρεῖς;
- ἡττήμεθʼ· ὦ κινούμενοι
- πρὸς τῶν θεῶν δέξασθέ μου
- θοἰμάτιον, ὡς
- ἐξαυτομολῶ πρὸς ὑμᾶς.
- τί δῆτα; πότερα τοῦτον ἀπάγεσθαι λαβὼν
- βούλει τὸν υἱόν, ἢ διδάσκω σοι λέγειν;
- δίδασκε καὶ κόλαζε καὶ μέμνησʼ ὅπως
- εὖ μοι στομώσεις αὐτόν, ἐπὶ μὲν θάτερα
- οἷον δικιδίοις, τὴν δʼ ἑτέραν αὐτοῦ γνάθον
- στόμωσον οἵαν ἐς τὰ μείζω πράγματα.
- ἀμέλει κομιεῖ τοῦτον σοφιστὴν δεξιόν.
- ὠχρὸν μὲν οὖν οἶμαί γε καὶ κακοδαίμονα.
- χωρεῖτέ νυν. οἶμαι δέ σοι ταῦτα μεταμελήσειν.
- τοὺς κριτὰς ἃ κερδανοῦσιν, ἤν τι τόνδε τὸν χορὸν
- ὠφελῶσʼ ἐκ τῶν δικαίων, βουλόμεσθʼ ἡμεῖς φράσαι.
- πρῶτα μὲν γάρ, ἢν νεᾶν βούλησθʼ ἐν ὥρᾳ τοὺς ἀγρούς,
- ὕσομεν πρώτοισιν ὑμῖν, τοῖσι δʼ ἄλλοις ὕστερον.
- εἶτα τὸν καρπὸν τεκούσας ἀμπέλους φυλάξομεν,