Clouds
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- ἢν δʼ εὐρύπρωκτος ᾖ, τί πείσεται κακόν;
- τί μὲν οὖν ἂν ἔτι μεῖζον πάθοι τούτου ποτέ;
- τί δῆτʼ ἐρεῖς, ἢν τοῦτο νικηθῇς ἐμοῦ;
- σιγήσομαι. τί δʼ ἄλλο;
- φέρε δή μοι φράσον·
- συνηγοροῦσιν ἐκ τίνων;
- ἐξ εὐρυπρώκτων.
- πείθομαι.
- τί δαί; τραγῳδοῦσʼ ἐκ τίνων;
- ἐξ εὐρυπρώκτων.
- εὖ λέγεις.
- δημηγοροῦσι δʼ ἐκ τίνων;
- ἐξ εὐρυπρώκτων.
- ἆρα δῆτʼ
- ἔγνωκας ὡς οὐδὲν λέγεις;
- καὶ τῶν θεατῶν ὁπότεροι
- πλείους σκόπει.
- καὶ δὴ σκοπῶ.
- τί δῆθʼ ὁρᾷς;
- πολὺ πλείονας νὴ τοὺς θεοὺς