Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
- οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
- θάρρει Μεγαρίκʼ· ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου
- τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας,
- καὶ χαῖρε πόλλʼ.
- ἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
- πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
- ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς
- παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.