Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
Κόρη
  1. κοῒ κοΐ.
Μεγαρεύς
  1. αὕτα ʼστὶ χοῖρος;
Δικαιόπολις
  1. νῦν γε χοῖρος φαίνεται.
  2. ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
Μεγαρεύς
  1. πέντʼ ἑτῶν,
  2. σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
Δικαιόπολις
  1. ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
Μεγαρεύς
  1. σά μάν;