Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. οὐδὲ σκόροδα;
Μεγαρεύς
  1. ποῖα σκόροδʼ; ὑμὲς τῶν ἀεί,
  2. ὅκκʼ ἐσβάλητε, τὼς ἀρωραῖοι μύες
  3. πάσσακι τὰς ἄγλιθας ἐξορύσσετε.
Δικαιόπολις
  1. τί δαὶ φέρεις;
Μεγαρεύς
  1. χοίρως ἐγώνγα μυστικάς.
Δικαιόπολις
  1. καλῶς λέγεις· ἐπίδειξον.
Μεγαρεύς
  1. ἀλλὰ μὰν καλαί.
  2. ἄντεινον αἰ λῇς· ὡς παχεῖα καὶ καλά.