Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼν δὲ καρυξῶ Δικαιόπολιν ὅπᾳ·
  2. Δικαιόπολι, ἦ λῇς πρίασθαι χοιρία;
Δικαιόπολις
  1. τί; ἀνὴρ Μεγαρικός;
Μεγαρεύς
  1. ἀγορασοῦντες ἵκομες.
Δικαιόπολις
  1. πῶς ἔχετε;
Μεγαρεύς
  1. διαπεινᾶμες ἀεὶ ποττὸ πῦρ.
Δικαιόπολις
  1. ἀλλʼ ἡδύ τοι νὴ τὸν Δίʼ, ἢν αὐλὸς παρῇ.
  2. τί δʼ ἄλλο πράττεθʼ οἱ Μεγαρῆς νῦν;
Μεγαρεύς
  1. οἷα δή.