Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. στεφάνων, τριχίδων, αὐλητρίδων, ὑπωπίων·
  2. τὸ νεώριον δʼ αὖ κωπέων πλατουμένων,
  3. τύλων ψοφούντων, θαλαμιῶν τροπουμένων,
  4. αὐλῶν, κελευστῶν, νιγλάρων, συριγμάτων.
  5. ταῦτʼ οἶδʼ ὅτι ἂν ἐδρᾶτε· τὸν δὲ Τήλεφον
  6. οὐκ οἰόμεσθα; νοῦς ἄρʼ ἡμῖν οὐκ ἔνι.
Ἡμιχόριον Α
  1. ἄληθες ὦπίτριπτε καί μιαρώτατε;
  2. ταυτὶ σὺ τολμᾷς πτωχὸς ὢν ἡμᾶς λέγειν,
  3. καὶ συκοφάντης εἴ τις ἦν ὠνείδισας;