Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἡμῶν γὰρ ἄνδρες, κοὐχὶ τὴν πόλιν λέγω,
  2. μέμνησθε τοῦθʼ ὅτι οὐχὶ τὴν πόλιν λέγω,
  3. ἀλλʼ ἀνδράρια μοχθηρά, παρακεκομμένα,
  4. ἄτιμα καὶ παράσημα καὶ παράξενα,
  5. ἐσυκοφάντει Μεγαρέων τὰ χλανίσκια·
  6. κεἴ που σίκυον ἴδοιεν ἢ λαγῴδιον
  7. ἢ χοιρίδιον ἢ σκόροδον ἢ χόνδρους ἅλας,
  8. ταῦτʼ ἦν Μεγαρικὰ κἀπέπρατʼ αὐθημερόν.
  9. καὶ ταῦτα μὲν δὴ σμικρὰ κἀπιχώρια,