Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. μή μοι φθονήσητʼ ἄνδρες οἱ θεώμενοι,
  2. εἰ πτωχὸς ὢν ἔπειτʼ ἐν Ἀθηναίοις λέγειν
  3. μέλλω περὶ τῆς πόλεως, τρυγῳδίαν ποιῶν.
  4. τὸ γὰρ δίκαιον οἶδε καὶ τρυγῳδία.
  5. ἐγὼ δὲ λέξω δεινὰ μὲν δίκαια δέ.
  6. οὐ γάρ με νῦν γε διαβαλεῖ Κλέων ὅτι
  7. ξένων παρόντων τὴν πόλιν κακῶς λέγω.
  8. αὐτοὶ γάρ ἐσμεν οὑπὶ Ληναίῳ τʼ ἀγών,
  9. κοὔπω ξένοι πάρεισιν· οὔτε γὰρ φόροι