Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πλὴν ἓν μόνον, τουτὶ μόνον τουτὶ μόνον,
- σκάνδικά μοι δὸς μητρόθεν δεδεγμένος.
- ἁνὴρ ὑβρίζει· κλῇε πηκτὰ δωμάτων.
- ὦ θύμʼ ἄνευ σκάνδικος ἐμπορευτέα.
- ἆρʼ οἶσθʼ ὅσον τὸν ἀγῶνʼ ἀγωνιεῖ τάχα,
- μέλλων ὑπὲρ Λακεδαιμονίων ἀνδρῶν λέγειν;
- πρόβαινέ νυν ὦ θυμέ· γραμμὴ δʼ αὑτηί.
- ἕστηκας; οὐκ εἶ καταπιὼν Εὐριπίδην;
- ἐπῄνεσʼ· ἄγε νυν ὦ τάλαινα καρδία