Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- φθείρου λαβὼν τόδʼ· ἴσθʼ ὀχληρὸς ὢν δόμοις.
- οὔπω μὰ Δίʼ· οἶσθʼ οἷʼ αὐτὸς ἐργάζει κακά.
- ἀλλʼ ὦ γλυκύτατʼ Εὐριπίδη τουτὶ μόνον
- δός μοι χυτρίδιον σφογγίῳ βεβυσμένον.
- ὦνθρωπʼ ἀφαιρήσει με τὴν τραγῳδίαν·
- ἄπελθε ταυτηνὶ λαβών.
- ἀπέρχομαι.
- καίτοι τί δράσω; δεῖ γὰρ ἑνὸς οὗ μὴ τυχὼν
- ἀπόλωλʼ. ἄκουσον ὦ γλυκύτατʼ Εὐριπίδη·