Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐξὸν καταβάδην; οὐκ ἐτὸς χωλοὺς ποιεῖς.
  2. ἀτὰρ τί τὰ ῥάκιʼ ἐκ τραγῳδίας ἔχεις,
  3. ἐσθῆτʼ ἐλεινήν; οὐκ ἐτὸς πτωχοὺς ποιεῖς.
  4. ἀλλʼ ἀντιβολῶ πρὸς τῶν γονάτων σʼ Εὐριπίδη,
  5. δός μοι ῥάκιόν τι τοῦ παλαιοῦ δράματος.
  6. δεῖ γάρ με λέξαι τῷ χορῷ ῥῆσιν μακράν·
  7. αὕτη δὲ θάνατον, ἢν κακῶς λέξω, φέρει.
Εὐριπίδης
  1. τὰ ποῖα τρύχη; μῶν ἐν οἷς Οἰνεὺς ὁδὶ
  2. ὁ δύσποτμος γεραιὸς ἠγωνίζετο;