Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
  2. πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν
  3. πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος·
  4. ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν
  5. λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ.
  6. τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν
  7. ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις
  8. λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
  9. ὁδὶ δὲ καὐτός· ἀλλʼ ἄνοιγε τὴν θύραν.