Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
Λάμαχος
  1. τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.
  2. νείφει. βαβαιάξ· χειμέρια τὰ πράγματα.
Δικαιόπολις
  1. αἴρου τὸ δεῖπνον· συμποτικὰ τὰ πράγματα.
Χορός
  1. ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
  2. ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν·
  3. τῷ μὲν πίνειν στεφανωσαμένῳ,
  4. σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν,
  5. τῷ δὲ καθεύδειν