Acharnians

Aristophanes

Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.

  1. καὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
Λάμαχος
  1. τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
Δικαιόπολις
  1. καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
Λάμαχος
  1. φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
Δικαιόπολις
  1. κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
Λάμαχος
  1. ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
Δικαιόπολις
  1. ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;
Λάμαχος
  1. κατάχει σὺ παῖ τοὔλαιον. ἐν τῷ χαλκίῳ
  2. ἐνορῶ γέροντα δειλίας φευξούμενον.