Acharnians
Aristophanes
Aristophanes. Aristophanis Comoediae, Vol. 1. Hall, F. W. and Geldart, William M., editors. Oxford: Clarendon Press, 1906.
- πόθεν;
- ἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
- ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
- καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην
- ἐν πᾶσι βολίτοις.
- εἶτα νυνὶ τοῦ δέει;
- ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
- ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου,
- ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.