Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον.
Ἐπειδὴ δὲ καὶ ὁ Μάκρων πανοίκιος ἱέρευτο, τρίτῳ ἐπαπεδύετο δόλῳ βαρυτέρῳ. πενθερὸς ἐγεγένητο αὐτῷ Μάρκος Σιλανός, μεστὸς φρονήματος ἀνὴρ καὶ γένει λαμπρός. οὗτος ὠκυμόρου τῆς θυγατρὸς ἀποθανούσης ἔτι περιεῖπε τὸν Γάιον, εὔνοιαν προσφερόμενος οὐ πενθεροῦ μᾶλλον ἢ γνησίου πατρός, ἧς ἐνόμιζεν ἀντιλήψεσθαι κατὰ νόμον ἰσότητος μεθαρμοσάμενος τὸν γαμβρὸν εἰς υἱόν. ἐλελήθει δὲ ἄρα ψευδοδοξῶν καὶ ἀπατώμενος.
ὁ μὲν γὰρ τοὺς τοῦ κηδεμόνος λόγους ἀεὶ διεξῄει μηδὲν ἐπικρυπτόμενος τῶν εἰς βελτίωσιν καὶ ὠφέλειαν ἠθῶν καὶ βίου καὶ ἡγεμονίας, ἔχων εἰς παρρησίαν καὶ μεγάλας ἀφορμὰς ὑπερβάλλουσάν τε εὐγένειαν καὶ τὴν κατ’ ἐπιγαμίαν οἰκειότητα· καὶ γὰρ ἡ θυγάτηρ οὐ πρὸ πολλῶν ἐτεθνήκει χρόνων, ὡς ἀμαυρωθῆναι τὰ δίκαια τῶν κηδεστῶν, ἀλλὰ μόνον οὐκ ἤσπαιρεν, ἔτι λειψάνων τινῶν ὑστάτων τοῦ ψυχικοῦ πνεύματος ἐνυπαρχόντων καὶ ἐγκατειλημμένων τῷ σώματι.
ὁ δὲ πρὸς ὕβρεως τὰς νουθεσίας λαμβάνων τῷ πάντων οἴεσθαι φρονιμώτατος καὶ σωφρονέστατος ἔτι δὲ ἀνδρειότατος εἶναι καὶ δικαιότατος ἤχθαιρε μᾶλλον τῶν ὁμολογουμένων πολεμίων τοὺς διδάσκοντας.
ὑπολαβὼν οὖν καὶ τοῦτον εἶναι παρενόχλημα, τὴν πολλὴν αὐτοῦ ῥύμην τῶν ἐπιθυμιῶν ἐφέξοντα, πολλὰ χαίρειν φράσας τοῖς δαίμοσι τῆς ἀποθανούσης γυναικός, εἰ πατέρα μὲν ἐκείνης ἑαυτοῦ δὲ γενόμενον πενθερὸν μεταστήσεται, δολοφονεῖ.
Καὶ τὸ πρᾶγμα ἤδη περιβόητον τοῖς ἐπαλλήλοις τῶν πρώτων [*](1 δ’ Α 2 δέξασθαι C, καταδέξασθαι M τοιαῦθ’ A εὕρετο OH 3 ἀνεδέξατο MAH (Mang.): ἀναδέξασθαι CGO (Turn.) 4 αὐτῷ τῷ Γαΐῳ comcio 5 δ’ A οὐδέ H1, corr. H2 τὸν (sed corr) φίλτρον CGO ἁψίσμρον G 6 ἐπεὶ H δέ καὶ CGOH: καὶ M, δ’ Α πανοίκειος (Turn.) ἱέρευτο Turn.: ἱερεύετο codd. (Mang.) 6. 7 ἐπαποδύεται Α 7 δόμω G μάκρος M σιλανός Η1, σιλβανός H2L 8 τῆς om. Α 10 ἧς Matthaei: ἣν codd. (v) 11 μεθαρμοσάμενος C: μεθαρμοσαμένου ceteri ἐλελήθην L δ’ A ἄρα] ἔτι H (Turn.) 12 μέν om. Mang. τοὺς τοῦ scripsi: τοῦ G, τοὺς ceteri (v) κηδεμόνος Cohn et Wendl. κηδομένου G, κηδομένου C, κηδομένους OMAH (Mang.), κη[οαιμόνας L; κηδεμόνας Turn. (in appendice prob. Mang.) ἀεὶ om. Α 13 tert. καὶ om. A 14 ἔχον L τ᾿ A 15 κατ’ ἐπιγαμίαν] κατεπίγαμον A 17 ἔσπαιρεν L (Turn.) ὑστάτου C, om. M ψυχικοῦ] συγγενικοῦ coni. Mang. 18 ἐγκατειλημένων M 19 τῷ] τῶν Α φρονημώτατος Η 19. 20 καὶ σωφρονέστατος om. A 20 δ’ A 21 καὶ om. H 22 a-jtoj codd. (coni. Mang.): αὐτῶ L(v) ῥὑμην αὐτοῦ transp. M ῥώμην L 23 φράσας om, Α 24 πενθερὸν om. H1, ss. H2 25 πρᾶγμα] παράλλαγμα coni. Mang.) [*](4. 5 DR fol. 244v τοῦ αὐτοῦ Plor. Laur. nr. 14: οὐδὲν βέβαιον τῶν (β. οὐδέν φασι τῶν Dk) ἐν ἔρωτι διὰ τό τοῦ πάθους ἁψίκορον.)
κἄπειτα ἐκ μεταβολῆς — ὄχλος γὰρ ἀνίδρυτον ἐν ἅπασι, καὶ βουλαῖς καὶ λόγοις καὶ πράγμασιν — ἀπιστοῦντες, εἰ οὕτως ἀθρόαν ἐνδέδεκται τροπὴν ὁ πρὸ μικροῦ χρηστὸς καὶ φιλάνθρωπος ἴσος τε καὶ κοινωνικὸς εἶναι νομισθεὶς Γάιος, ἀπολογίας ἐσκόπουν καὶ διερευνῶντες εὕρισκον, ἐπὶ μὲν τῷ ἀνεψιῷ καὶ συγκληρονόμῳ τοιαῦτα φάσκοντες·
„ἀκοινώνητον ἀρχή, θεσμὸς φύσεως ἀκίνητος. οὗτος ἃ παθεῖν ἐμέλλησεν ἂν ὑπ’ ἀδυνατωτέρου προδιέθηκεν ἰσχυρότερος ὤν· ἄμυνα τοῦτ’ ἔστιν, οὐκ ἀνδροφονία. τάχα δὲ καὶ προνοητικῶς ἐπ’ ὠφελείᾳ τοῦ σύμπαντος ἀνθρώπων γένους τὸ μειράκιον ἐκποδὼν γεγένηται, τῶν μὲν τούτῳ τῶν δὲ ἐκείνῳ προσκληρουμένων, ἐξ ὧν ταραχαὶ ἐμφύλιοί τε καὶ ξενικοὶ πόλεμοι συνίστανται. τί δὲ ἄμεινον εἰρήνης; εἰρήνη δὲ ἐξ ἡγεμονίας ὀρθῆς φύεται· ἡγεμονία δὲ ἀφιλόνεικος καὶ ἀνερίθευτος ὀρθὴ μόνη, δι’ ἧς καὶ τἄλλα πάντα κατορθοῦται.“
ἐπὶ δὲ Μάκρωνι· "πλέον ἐφυσήθη τοῦ μετρίου· τὸ Δελφικὸν γράμμα οὐ διανέγνω, τὸ ’γνῶθι σαυτόν’· φασὶ δὲ τὴν μὲν ἐπιστήμην εὐδαιμονίας τὴν δὲ ἄγνοιαν κακοδαιμονίας αἰτίαν εἶναι. τί παθὼν ὑπηλλάττετο καὶ μετετίθει τὸν μὲν ὑπήκοον αὑτὸν εἰς τάξιν ἄρχοντος, τὸν δὲ αὐτοκράτορα Γάιον εἰς ὑπηκόου χώραν; οἰκειότατον ἡγεμόνι μὲν τὸ προστάττειν, ὅπερ ἐποίει Μάκρων, ὑπηκόῳ δὲ τὸ πειθαρχεῖν, ὅπερ ὑπομένειν ἠξίου Γάιον.“
ἐκάλουν γὰρ οἱ ἀνεξέταστοι τὴν παραίνεσιν πρόσταξιν καὶ τὸν σύμβουλον ἄρχοντα, ἤτοι μὴ συνιέντες ὑπ’ ἀναισθησίας ἢ διὰ κολακείαν τὰς φύσεις τῶν ὀνομάτων ὁμοῦ καὶ πραγμάτων [*](2 συνηχεῖσθαι] ἐφέρετο A διὰ(??) δε eras.) C 2. 3 καὶ ἔπειτα 3 ἅπασιν L 4 ἀθρόαν CG (Mang.): ἀθρόως OMAH (Turn.) ἐνδέδεκται MH: ἐνδέδεικται CGOA 5 τε] δὲ A 6 ἀπολογίαν Α 7 ἀρχὴν Η (v) 8 οὗτος] οὖσα A ἐμέλησεν A ὑπ’ ἀδυνατωτέρου CGOH2L (Turn.): ὑπὸ δυνατωτέρου MAH1 (Mang.) 9 προέθηκεν L (Turn.) ἄμυνα C: ἠμύνατο GOMH (v), ἠδύνατο Α τοῦτ’ οὐκ ἔστιν transponendum vid. Mang. 10 δὲ — ὠφελεία] δ’ὑπὲρ Α 11 γεγένητο CGO pr. τῶν] τῶ C 11. 12 προσκληρουμένων CGOA (Mang., sed mavult προσκολλωμένων): προκληρουμένων M, προσκεκληρωμένων H (Turn.) 13 pr. δὲ] δ’ A 14 δ’ v φιλόνεικος Η ὀρθὴ] αὕτη Α, om. D τἄλλα CL: τὰ ἄλλα ceteri 15 κατορθοῦται D (prob. Mang.) : ὀρθοῦται codd. (v) ἐφυσσήθη A μέτρου L 16 διανέγνω CGOM: διέγνω ΑΗ (v) 17 δ’ Α 17. 18 μετηλλάττετο M 18 αὑτὸν CH: αὐτὸν ceteri 19 δ’ A μὲν ἡγεμόνι transp. Α 21 ἀνεφέσταστοι (sic) C παραίρεσιν G 22 σύμβολον G, σύμβουτον (sic) Η 23 κολακείας AH (Turn.) ὁμοῦ τῶν ὀνομάτων transp. Α τῶν ante πραγμάτων add. A) [*](13 DK fol. 71r τοῦ αὐτοῦ Anton. Mel. I 26 Col 861 Φίλωνος: εἰρήνη ἐξ ἡγεμονίας ὀρθῆς φύεται. 13—15 DR fol. 114r (post locum ad p. 165, 6 adlatum) ἐκ αὐτῆς: εἰρήνη ἐξ — πάντα κατορθοῦται.)
ἐπὶ δὲ Σιλανῷ· „χλεύης ἄξιον ὁ Σιλανὸς ἔπαθεν, οἰηθεὶς πενθερὸν τοσοῦτον παρὰ γαμβρῷ δύνασθαι, ὅσον πατέρα γνήσιον παρ’ υἱῷ. καίτοι πατέρες ἰδιῶται γενομένων ἐν ἀρχαῖς μεγάλαις καὶ ἐξουσίαις υἱῶν ὑποστέλλουσιν, ἀγαπητῶς φερόμενοι δευτερεῖα. ὁ δὲ ἠλίθιος, οὐδὲ πενθερὸς ὢν ἔτι, τὰ μὴ καθ’ ἑαυτὸν προσπεριειργάζετο μὴ συνιείς, ὅτι θανάτῳ τῆς θυγατρὸς συνετεθνήκει καὶ ἡ κατ’ ἐπιγαμίαν οἰκειότης·
δεσμὸς γὰρ οἴκων ὀθνείων αἱ ἐπιγαμίαι τὴν ἀλλοτριότητα εἰς οἰκειότητα συνάγων, οὗ λυθέντος λέλυται καὶ τὰ τῆς κοινωνίας, καὶ μάλιστα ὅταν ἀνεπανορθώτῳ πράγματι λυθῇ, τελευτῇ τῆς εἰς ἀλλότριον οἶκον δεδομένης ἐπὶ γάμῳ.“
τοιαῦτα ἐν ἅπασι τοῖς συλλόγοις ἐθρύλουν πλεῖστον διδόντες μέρος τῷ μὴ βούλεσθαι δοκεῖν ὠμὸν εἶναι τὸν αὐτοκράτορα· χρηστότητα γὰρ καὶ φιλανθρωπίαν ἐλπίσαντες ὅσην παρ’ οὐδενὶ τῶν προτέρων ἐνιδρύσθαι τῇ Γαΐου ψυχῇ σφόδρα ἄπιστον ἐνόμιζον, εἰ τοσαύτην καὶ οὕτως ἀθρόαν ἐνδέδεκται μεταβολὴν πρὸς τἀναντία.
Κατεργασάμενος οὖν τρεῖς τοὺς εἰρημένους ἄθλους ἐκ τριῶν τῶν ἀναγκαιοτάτων μερῶν, δυοῖν μὲν ἐκ τῆς πατρίδος τοῦ τε βουλευτικοῦ καὶ τοῦ τῆς ἱππικῆς τάξεως, τρίτου δὲ τοῦ συγγενικοῦ, καὶ ὑπολαβὼν τῶν ἰσχυροτάτων καὶ δυνατωτάτων περιγεγενημένος καταπληκτικώτατον δέος ἐνειργάσθαι τοῖς ἄλλοις ἅπασι,
διὰ μὲν τῆς Σιλανοῦ σφαγῆς τοῖς βουλευταῖς — ἦν γὰρ οὐδενὸς τῶν ἐν συγκλήτῳ δεύτερος —, διὰ δὲ τῆς Μάκρωνος τοῖς ἱππικοῖς — οἷα γὰρ χοροῦ τινος ἡγεμὼν ἐγεγένητο φερόμενος τὰ πρωτεῖα τιμῆς καὶ εὐδοξίας —, διὰ δὲ τῆς τοῦ ἀνεψιοῦ καὶ συγκληρονόμου τοῖς ἀφ’ αἵματος ἅπασιν, οὐκέτι ἠξίου μένειν ἐν τοῖς [*](1 δὲ A (Mang.): om. ceteri (Turn.) σιλανῶ . . . σιλανὸς H1, σιλβανῶ . . . σιλβανὸς H2L ἔπαθεν] ἐποίησεν coni. Mang. 2 τὸν ante πενθερὸν add. MAH (v), om. CGO γνήσιον πατέρα transp. 3 παρ’ CG: παρὰ ceteri γεννωμένων Turn. 4 ἐξουσίαις] ἐν οὐσίαις Turn. δευτερεῖα] τὰ δευτερεῖα H2L (v) 6 τῶ ante θανάτῳ add. MAH (v), om. CGO συντεθνήκει Mang. 7 ὀθνίων CG ἀλλοτρίωσιν Α 8 συνάγων] μετάγουσαι Mang. ex Anton. Mel., μετάγων Cohu τῆς κοινωνίας] πρὸς κοινωνίαν A 8. 9 μάλισθ’ A 9 ἐπανορθώτω OA εἰς om. L 10 τοιαῦτ’ Α, καὶ τοιαῦτα M ἐθρύλουν CG: ἐθρύλλουν ceteri (v) 11 διδόντες] αὐτοὶ τοῖς λόγοις εἰσφέρειν δοκοῦντες A (mavult Mang.) μέρος] βάρος coni. Mang. βουλεύεσθαι L δοκεῖν om. M (sic mavult Mang.) 13 ἐνιδρύεσθαι A 14 ἀθρόαν μεταβολὴν οὕτως ἐνδέδεικται transp. Α ἐνδέδεκται Η: ἐνδέδεικται ceteri 17 pr. τοῦ om. M 18 περιγεγενημένος CGM: περιγενόμενος Α (Mang.), περιγεγενημένου H (Turn.), om. καταπληκτικώτερον Α 19 ἐνείργασται Ο2, ἐνειργάσαθαι Α; ἐνεργάσεσθαι coni. Mang. τοῦ ante Σιλανοῦ add. σιλανοῦ H1, σιλβανοῦ H2 22 εἰς ante τὰ add. CGOM πρῶτα τῆς ante τιμῆς add. MAH (v), om. CGO εὐδοξίας] τῆς εὐγενείας Α τῆς om. M οὐκέτ᾿ A) [*](7. 8 Anton. Mel. I 14 Col 812 Φίλωγος: δεσμὸς οἴκων — μετάγουσαι. 23 sq. cf. de virt. (de human.) § 172.)
καὶ ἐν ἀρχῇ ταύτης τῆς παραπληξίας φασὶν αὐτὸν χρήσασθαι τοιούτῳ λογισμῷ· καθάπερ γὰρ οἱ τῶν ἄλλων ζῴων ἀγελάρχαι, βουκόλοι καὶ αἰπόλοι καὶ νομεῖς, οὔτε βόες εἰσὶν οὔτε αἶγες οὔτε ἄρνες, ἀλλ’ ἄνθρωποι κρείττονος μοίρας καὶ κατασκευῆς ἐπιλαχόντες, τὸν αὐτὸν τρόπον ἀγελαρχοῦντα κἀμὲ τῆς ἀρίστης ἀνθρώπων γένους ἀγέλης νομιστέον διαφέρειν καὶ μὴ κατ’ ἄνθρωπον εἶναι, μείζονος δὲ καὶ θειοτέρας μοίρας τετυχηκέναι.
ταύτην τὴν ὑπόληψιν ἐνσφραγισάμενος τῇ διανοίᾳ περιέφερεν ὁ ἠλίθιος ἐν ἑαυτῷ μυθικὸν πλάσμα ὡς ἀψευδεστάτην ἀλήθειαν. καὶ ἐπειδὴ ἅπαξ ἐθρασύνατο καὶ ἀπετόλμησεν εἰς τοὺς πολλοὺς ἐξενεγκεῖν τὴν ἀθεωτάτην ἐκθέωσιν αὑτοῦ, τὰ ἀκόλουθα καὶ συνῳδὰ πράττειν ἐπεχείρει καὶ οἷα δι’ ἀναβαθμῶν ἐκ τοῦ κατ’ ὀλίγον εἰς τὸ ἄνω προῄει.
ἤρχετο γὰρ ἐξομοιοῦν τὸ πρῶτον τοῖς λεγομένοις ἡμιθέοις ἑαυτόν, Διονύσῳ καὶ Ἡρακλεῖ καὶ Διοσκούροις, Τροφώνιον καὶ Ἀμφιάραον καὶ Ἀμφίλοχον καὶ τοὺς ὁμοίους χρηστηρίοις αὐτοῖς καὶ ὀργίοις χλεύην τιθέμενος κατὰ σύγκρισιν τῆς ἰδίας δυνάμεως.
εἶθ’ ὥσπερ ἐν θεάτρῳ σκευὴν ἄλλοτε ἀλλοίαν ἀνελάμβανε, τοτὲ μὲν λεοντῆν καὶ ῥόπαλον, ἀμφότερα ἐπίχρυσα, διακοσμούμενος εἰς Ἡρακλέα, τοτὲ δὲ πίλους ἐπὶ τῆς κεφαλῆς, ὁπότε ἀσκοῖτο εἰς Διοσκούρους· ἔστι δὲ ὅτε κιττῷ καὶ θύρσῳ καὶ νεβρίσιν εἰς Διόνυσον ἠσκεῖτο·
καὶ ταύτῃ διαφέρειν ἀξιῶν, ὅτι ἐκείνων μὲν ἕκαστος ἰδίας ἔχων τιμὰς οὐ μετεποιεῖτο ὧν ἐκοινώνουν ἕτεροι, ὁ δὲ τὰς πάντων ἀθρόων ἐσφετερίζετο φθόνῳ καὶ πλεονεξίᾳ, μᾶλλον δὲ καὶ αὐτοὺς ἐκείνους, οὐκ εἰς Γηρυόνην τὸν τρισώματον μεταβαλών, ἵνα τῷ πλήθει παραγάγῃ τοὺς ὁρῶντας, ἀλλ’, ὃ δὴ παραδοξότατον ἦν, ἑνὸς σώματος οὐσίαν μετασχηματίζων καὶ μεταχαράττων εἰς πολυτρόπους μορφάς, Αἰγυπτίου τρόπον Πρωτέως, ὃν εἰσήγαγεν Ὅμηρος μεταβολὰς παντοίας ἐνδεχόμενον εἴς τε τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων ζῷα καὶ φυτά.