Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται.
παραπεμφθεὶς γοῦν ὑπὸ τῆς φύσεως ἐπὶ πρύμναν ἀνωτάτω καὶ τοὺς οἴακας ἐγχειρισθεὶς πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμενος ἢ τῷ τοὺς ὑπηκόους εὐεργετεῖν.
ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν."
Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·
„πάρεστιν ὁ διδάσκαλος τοῦ μηκέτι μανθάνειν ὀφείλοντος, ὁ παιδαγωγὸς τοῦ μηκέτι παιδὸς ὄντος, ὁ νουθετητὴς τοῦ φρονιμωτέρου, ὁ τὸν αὐτοκράτορα τῷ ὑπηκόῳ πειθαρχεῖν ἀξιῶν, ἐθάδα τῆς ἡγεμονικῆς ἐπιστήμης καὶ παιδευτὴν ἑαυτὸν γράφει, παρὰ τίνι μαθὼν τὰ ἀρχικὰ ἔγωγε οὐκ οἶδα.
ἐμοὶ μὲν γὰρ ἐξ ἔτι σπαργάνων μυρίοι διδάσκαλοι γεγόνασι, πατέρες, ἀδελφοί, θεῖοι, ἀνεψιοί, πάπποι, πρόγονοι μέχρι τῶν ἀρχηγετῶν, οἱ ἀφ’ αἵματος πάντες καθ’ ἑκάτερον γένος τό τε πατρῷον [*](1 μάλιστ’ A ἀφ’ οὗ] αὐτοῦ M ἡμέτερον ΑΗ (Turn.) Σεβαστὸν εἰ Cohn: σεβάστιον CH (v): σεβάστιον M, σεβάστειον OA, σεάσμιον G ἤρξατο ὄντως τως transp. 2 ἁπάντων A 3 ἐξετάζετο L ἐσχατιᾶς Α; γῆς ἐσχατιὰς coni. Mang. ὑπερόρια codd. (mavult Mang.): ὑπερορίους v 5 εἰς — οἰκουμένην om. Α 5. 6 ἁ πάντα] ἅπαντα OMA 6 βασιλεῦ δικαιότατε ante παραπεμφθεὶς addendum censet Mang. ex D Anton. Mel. πεμφθεὶς M γοῦν om. M1D Anton. Mel., add, M2 7 τὴν ἀνωτάτω coni. Wendl. 8 σωτήριος ss. L2 (Turn.) μηδὲν H χαίρων μᾶλλον transp. Α 9 ἐν ante τᾷ add. Anton. Mel. τοὺς] τῆς H 10 δ’ Α 12 βουληθέντα L (Turn.) προσφέρειν MHD (Turn.) 13 τῆς om. Α ἀδηλότατος Α 15 τούτοις A κατεπᾴδων CO 18 δ’ MA ταυτὶ] παντὶ Ο 23 μέν om. M (v) ἐξ ἔτι σπαργάνων] ἔξεστιν ἐκ σπαργάνων γὰρ Α 24 γεγόνασιν Η μέχρι] μετὰ C) [*](6—9 Anton. Mel. II 1 Col. 1004 Φίλωνος: βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ τῆς φύσεως — ἢ ἐν τῷ τοὺς ὑπηκόους εὐεργετεῖν. 6 — 14 DR fol. 114 (post locum ad p. 163,22 adlatum) ἐκ τῆς αὐτῆς : βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ — παραφυλάττειν.)
ὡς γὰρ αἱ τοῦ σώματος καὶ τῆς ψυχῆς ὁμοιότητες κατά τε τὴν μορφὴν καὶ σχέσεις καὶ κινήσεις βουλάς τε καὶ πράξεις ἐν τοῖς σπερματικοῖς σῴζονται λόγοις, οὕτως εἰκὸς ἐν τοῖς αὐτοῖς ὑπογράφεσθαι τυπωδέστερον καὶ τὴν πρὸς ἡγεμονίαν ἐμφέρειαν.
εἶτα ἐμὲ τὸν καὶ πρὸ τῆς γενέσεως ἔτι κατὰ γαστρὸς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ διαπλασθέντα αὐτοκράτορα τολμᾷ τις διδάσκειν, ἀνεπιστήμων ἐπιστήμονα; ποῦ γὰρ τοῖς ἰδιώταις πρὸ μικροῦ θέμις εἰς ἡγεμονικῆς ψυχῆς παρακύψαι βουλεύματα; τολμῶσι δὲ ὑπ’ ἀναισχύντου θράσους ἱεροφαντεῖν καὶ τελεῖν τὰ ἡγεμονικὰ μόλις ἂν ἐν μύσταις ἀναγραφέντες.“
ἐκ δὲ τοῦ κατ’ ὀλίγον μελετῶν ἀλλοτριοῦσθαι τοῦ Μάκρωνος ἤρχετο καὶ ψευδεῖς μὲν πιθανὰς δὲ καὶ εὐπαραγώγους κατ’ αὐτοῦ πλάττειν αἰτίας· δειναὶ γὰρ αἱ εὔθικτοι καὶ μεγάλαι φύσεις εἰκοτολογῆσαι.
τοιαῦται δὲ ἦσαν αἱ προφάσεις· „ἐμόν ἐστι τοῦ Μάκρωνος ἔργον Γάιος· μᾶλλον αὐτὸν ἢ οὐχ ἧττον τῶν γονέων γεγέννηκα· τρίς, οὐχ ἅπαξ, ἀνήρπαστο ἂν ἐπ’ αὐτῷ Τιβερίου φονῶντος, εἰ μὴ δι’ ἐμὲ καὶ τὰς ἐμὰς παρηγορίας· ἀλλὰ καὶ τελευτήσαντος ἔχων ὑπηκόους τὰς στρατιωτικὰς δυνάμεις εὐθὺς εἰς τὴν ἐκείνου παρέπεμψα τάξιν, ἀναδιδάσκων ὅτι ἀνδρὸς ἑνὸς γέγονεν ἔνδεια· μένει δὲ ἄρτιος καὶ πλήρης ἡ ἡγεμονία.“
τούτοις συνεπείθοντό τινες ὡς ἀψευδέσιν ἀγνοοῦντες τὸν φένακα τρόπον τοῦ λέγοντος· οὔπω γὰρ ἦν τὸ πεπλασμένον αὐτοῦ καὶ ποικίλον τῶν ἠθῶν ἐμφανές. ἀλλὰ γὰρ οὐ πολλαῖς ὕστερον ἡμέραις ἐκποδὼν ὁ κακοδαίμων γίνεται σὺν τῇ γυναικί, τῆς περιττῆς εὐνοίας ἀμοιβὰς τὰς ἀνωτάτω τιμωρίας ἀντιλαβών.
τοιοῦτόν ἐστιν ἡ εἰς τοὺς ἀχαρίστους χάρις· ἀντὶ γὰρ ὧν ὠφελήθησαν, παρέχουσι τὰς μεγίστας ζημίας τοῖς εὐεργετήσασιν. ὁ γοῦν Μάκρων πάντα ἐπ’ ἀληθείας πραγματευσάμενος μετ’ ἐκτενεστάτης σπουδῆς καὶ φιλοτιμίας, τὸ μὲν [*](1 τὸ ante μητρῶον add. A 3 ὁμοιότητι L 5 σπερματικοῖς] σπαρτιμοῖς L λόγοις om. L (Turn.) 6 ἐμφέρειαν] εὐφυΐαν coni. Mang. καὶ τὸν transp. A 7 τῆς πρὸ transp. G 9 ἰδιῶ (in folii fine) C 10 τολμῶσιν M δ’ MA ὑπ’ MAH: ὑπὸ CGO ἀναισχυντίας Η (Turn.), καὶ add. H2L (Turn.) 11 τὰ om. A ἐν om. Η1, ss. H2 12 μελετᾶν coni. Matthaei μὲν] καὶ Tauchn. 13 παραγωγοὺς A αἰ A, ss. (Maug.): om. ceteri (Turn.) εὔθικτοι Η1 (Mang.): εὔθηκτοι CGOAH2L (Turn.), εὔεικτοι M 14 δ’ Α προφάσεις] ὡς Μάκρωνα λεληκέναι vel similia excidisse putat Dahl 15 ἐαρι (ν eras.) C ἢ om. A 16 γεγένηκα H ἂν om. Α ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ Α 19 ἔκδεια C δὲ] γὰρ A 20 ἀρτίως Ο 21 φένακα GOAH: φαίνακα C, φαίνεκα M πεπλασμένων M 23 περιττῆς Turn. (v): περὶ τῆς CGOMH, περὶ τὴν A 24 εὔνοιαν Α ἀμοιβὰς Turn. (v): ἀμοιβῆς codd. γὰρ ante ἐστιν add. M 26 πάντ’ Α ἀληθεία A 27 μετ’ om. ὢ, add. Η2 σπουδῆς] τιμῆς A) [*](24—26 DH fol. Θίλωνος: τοιοῦτον εἰς τοὺς ἀχαρίστους — εὐεργετήσασιν.)
λέγεται γάρ, ὅτι ἠναγκάσθη ὁ δείλαιος αὐτοχειρίᾳ κτεῖναι ἑαυτὸν καὶ τὴν αὐτὴν ἀνεδέξατο συμφορὰν ἡ γυνή, καίτοι ποτὲ νομισθεῖσα διὰ συνηθείας αὐτῷ γενέσθαι· βέβαιον δὲ οὐδέν φασι τῶν ἐν ἔρωτι φίλτρων εἶναι διὰ τὸ τοῦ πάθους ἁψίκορον.