Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

εἰ τὰ μηδὲν ὠφελοῦντα τὸν ἀνθρώπινον βίον, τέρψιν δὲ καὶ ἡδονὴν αὐτὸ μόνον παρέχοντα θεαταῖς, ἐκπονοῦσιν οὕτω τινές, ὡς ἐπαινεῖσθαί τε καὶ θαυμάζεσθαι καὶ γέρα καὶ τιμὰς καὶ στεφάνους μετὰ κηρυγμάτων λαμβάνειν, τί χρὴ πράττειν τὸν τῆς ἀνωτάτω καὶ μεγίστης τέχνης ἐπιστήμονα;

μεγίστη δὲ καὶ ἀρίστη τέχνη πασῶν ἐστιν ἡ ἡγεμονία, δι’ ἧς πᾶσα μὲν ἡ ἀγαθὴ καὶ βαθεῖα πεδιάς τε καὶ ὀρεινὴ γεωργεῖται, πᾶσα δὲ θάλαττα φορτηγοῖς ὁλκάσιν ἀκινδύνως διαπλεῖται κατὰ τὰς ἀντιδόσεις ὧν ἀλλήλαις ἀγαθῶν ἀντεκτίνουσιν αἱ χῶραι κοινωνίας ἱμέρῳ, τὰ μὲν ἐνδέοντα λαμβάνουσαι, ὧν δ’ ἄγουσι περιουσίαν ἀντιπέμπουσαι.

φθόνος γὰρ οὐδέποτε πᾶσαν τὴν οἰκουμένην ἐκράτησεν, ἀλλ’ οὐδὲ τὰς μεγάλας αὐτῆς ἀποτομάς, ὅλην Εὐρώπην ἢ ὅλην Ἀσίαν· ἀλλ’ ἰοβόλου τρόπον ἑρπετοῦ φωλεύει βραχέσιν εἰσερπύσας χωρίοις ἀνδρὶ ἑνὶ ἢ οἴκῳ ἑνὶ ἤ, εἴ ποτε πολὺς ἄγαν πνέοι, πόλει μιᾷ· πρὸς δὲ μείζονα κύκλον ἔθνους ἢ χώρας οὐ πρόσεισι, καὶ [*](2 ᾠδῆς] ὀργῆς A ὀρχήσεως ἡ ᾠδῆς transp. C 3 ὁμοτρόπων Η 4 ποιμένα τινὰ CGOD: τινὰ ποιμένα transp. ceteri (v) 5 ἀπό om. Α οἱ ὁτινοσοῦν M ὲφ᾿] πρὸς M λόγου] ζώου D 6 παρατυγχάνης Α, παρατυγχάνη G τοῖς] τὰς M 8 τὸν om. Α εἰ τὰ] εἶτα OM 9 δέ om. D καὶ ἡδονὴν αὐτὸ μόνον D: καὶ ἡδονὴν μόνην CGO, μόνην καὶ ἡδονὴν transp. ceteri (v) 11 λαμπροὺς ante λαμβάνειν add. 12 δὲ om. CGO 13 τέχνη om. L (Turn.) πασῶν τέχνη transp. M 15 καὶ ὁλκάσιν coni. Mang. 16 ἀντεκτείνουσιν MHD (Mang.), ἀντικτένουσιν 17 δ’ CA: δὲ ceteri (v) 20 εἰσερπίσας M ἄγαν Α: ἀγαπᾶν ceteri πνέει A 21 χώρας ἡ ἔθνους transp. A πρόεισι MA (coni. Mang.))

v.6.p.165
μάλιστα ἀφ’ οὗ τὸ ὑμέτερον γένος τὸ Σεβαστὸν ὄντως ἤρξατο πρυτανεύειν τῶν πανταχοῦ πάντων.

ὅσα μὲν γὰρ εὐημέρει τῶν βλαβερῶν καὶ ἐν μέσοις ἐξητάζετο, πρὸς ἐσχατιὰς ὑπερόρια καὶ Ταρτάρου μυχοὺς ἤλασε, τὰ δὲ τρόπον τινὰ φυγαδευθέντα τῶν λυσιτελῶν καὶ ὠφελίμων κατήγαγεν ἀπὸ περάτων γῆς καὶ θαλάττης εἰς τὴν καθ’ ἡμᾶς οἰκουμένην· ἃ πάντα μιᾷ χειρὶ σῇ κυβερνᾶν ἐπιτέτραπται.

παραπεμφθεὶς γοῦν ὑπὸ τῆς φύσεως ἐπὶ πρύμναν ἀνωτάτω καὶ τοὺς οἴακας ἐγχειρισθεὶς πηδαλιούχει τὸ κοινὸν ἀνθρώπων σκάφος σωτηρίως, ἐπὶ μηδενὶ μᾶλλον χαίρων καὶ τερπόμενος ἢ τῷ τοὺς ὑπηκόους εὐεργετεῖν.

ἄλλοι μὲν γὰρ ἄλλων ἔρανοι, οὓς ἀναγκαίως εἰσφέρουσιν ἰδιῶται κατὰ πόλεις· ἄρχοντι δὲ οἰκειότατος ἔρανος, βουλὰς ἀγαθὰς εἰσηγεῖσθαι περὶ τῶν ὑποτεταγμένων καὶ πράττειν τὰ βουλευθέντα ὀρθῶς καὶ ἀταμίευτα προφέρειν τὰ ἀγαθὰ πλουσίᾳ χειρὶ καὶ γνώμῃ, πλὴν ὅσα κατὰ πρόνοιαν τῆς εἰς τὸ μέλλον ἀδηλότητος ἄξιον παραφυλάττειν."

Τοιούτοις κατεπῇδεν ὁ δυστυχής, ὥστε βελτιῶσαι τὸν Γάιον. ὁ δὲ φίλερις καὶ φιλόνεικος ὢν ἐπὶ τἀναντία τὴν διάνοιαν ἔτρεπεν, ὥσπερ εἰς ἐκεῖνα παρακληθείς, καὶ τὸν σωφρονιστὴν ἄντικρυς ἀπεθάρρει δυσωπεῖν, ἔστι δὲ ὅτε καὶ πόρρωθεν ἀφικνούμενον ὁρῶν πρὸς τοὺς πλησίον ταυτὶ διελάλει·

„πάρεστιν ὁ διδάσκαλος τοῦ μηκέτι μανθάνειν ὀφείλοντος, ὁ παιδαγωγὸς τοῦ μηκέτι παιδὸς ὄντος, ὁ νουθετητὴς τοῦ φρονιμωτέρου, ὁ τὸν αὐτοκράτορα τῷ ὑπηκόῳ πειθαρχεῖν ἀξιῶν, ἐθάδα τῆς ἡγεμονικῆς ἐπιστήμης καὶ παιδευτὴν ἑαυτὸν γράφει, παρὰ τίνι μαθὼν τὰ ἀρχικὰ ἔγωγε οὐκ οἶδα.

ἐμοὶ μὲν γὰρ ἐξ ἔτι σπαργάνων μυρίοι διδάσκαλοι γεγόνασι, πατέρες, ἀδελφοί, θεῖοι, ἀνεψιοί, πάπποι, πρόγονοι μέχρι τῶν ἀρχηγετῶν, οἱ ἀφ’ αἵματος πάντες καθ’ ἑκάτερον γένος τό τε πατρῷον [*](1 μάλιστ’ A ἀφ’ οὗ] αὐτοῦ M ἡμέτερον ΑΗ (Turn.) Σεβαστὸν εἰ Cohn: σεβάστιον CH (v): σεβάστιον M, σεβάστειον OA, σεάσμιον G ἤρξατο ὄντως τως transp. 2 ἁπάντων A 3 ἐξετάζετο L ἐσχατιᾶς Α; γῆς ἐσχατιὰς coni. Mang. ὑπερόρια codd. (mavult Mang.): ὑπερορίους v 5 εἰς — οἰκουμένην om. Α 5. 6 ἁ πάντα] ἅπαντα OMA 6 βασιλεῦ δικαιότατε ante παραπεμφθεὶς addendum censet Mang. ex D Anton. Mel. πεμφθεὶς M γοῦν om. M1D Anton. Mel., add, M2 7 τὴν ἀνωτάτω coni. Wendl. 8 σωτήριος ss. L2 (Turn.) μηδὲν H χαίρων μᾶλλον transp. Α 9 ἐν ante τᾷ add. Anton. Mel. τοὺς] τῆς H 10 δ’ Α 12 βουληθέντα L (Turn.) προσφέρειν MHD (Turn.) 13 τῆς om. Α ἀδηλότατος Α 15 τούτοις A κατεπᾴδων CO 18 δ’ MA ταυτὶ] παντὶ Ο 23 μέν om. M (v) ἐξ ἔτι σπαργάνων] ἔξεστιν ἐκ σπαργάνων γὰρ Α 24 γεγόνασιν Η μέχρι] μετὰ C) [*](6—9 Anton. Mel. II 1 Col. 1004 Φίλωνος: βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ τῆς φύσεως — ἢ ἐν τῷ τοὺς ὑπηκόους εὐεργετεῖν. 6 — 14 DR fol. 114 (post locum ad p. 163,22 adlatum) ἐκ τῆς αὐτῆς : βασιλεῦ δικαιότατε, παραπεμφθεὶς ὑπὸ — παραφυλάττειν.)

v.6.p.166
καὶ μητρῷον, αὐτοκρατεῖς ἐξουσίας περιποιησάμενοι, χωρὶς τοῦ κἀν ταῖς πρώταις τῶν σπερμάτων καταβολαῖς εἶναί τινας δυνάμεις βασιλικὰς τῶν ἡγεμονικῶν.