Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
τούτων μὲν δὴ χάριν ἐπὶ ποσὸν ἐδυνήθημεν ἀνακύψαι, τὰ δὲ ἄλλα ἡμᾶς ἐφόβει διεπτοημένους καὶ ἀποροῦντας, τί γνώσεται, τί ἀποφανεῖται, ποταπὴ γένοιτ’ ἂν ἡ κρίσις· ἤκουσε γὰρ τῆς ὑποθέσεως, ὃς πραγμάτων ἐνίων παρήκουσεν; ἐν ἡμῖν δὲ πέντε πρεσβευταῖς σαλεύειν τὰ τῶν πανταχοῦ πάντων Ἰουδαίων οὐ χαλεπόν;
εἰ γὰρ χαρίσαιτο τοῖς ἡμετέροις ἐχθροῖς, τίς ἑτέρα πόλις ἠρεμήσει; τίς οὐκ ἐπιθήσεται τοῖς συνοικοῦσι; τίς ἀπαθὴς καταλειφθήσεται προσευχή; ποῖον πολιτικὸν οὐκ ἀνατραπήσεται δίκαιον τοῖς κοσμουμένοις κατὰ τὰ πάτρια τῶν Ἰουδαίων; ἀνατετράψεται, ναυαγήσει, κατὰ βυθοῦ χωρήσει καὶ τὰ ἐξαίρετα νόμιμα καὶ τὰ κοινὰ πρὸς ἑκάστας τῶν πόλεων αὐτοῖς δίκαια.
τοιούτοις ὑπέραντλοι γενόμενοι λογισμοῖς ὑπεσυρόμεθα καταποντούμενοι· καὶ γὰρ οἱ τέως συμπράττειν ἡμῖν δοκοῦντες ἀπειρήκεσαν· καλουμένων γοῦν, ἔνδον ὄντες οὐχ ὑπέμειναν, ἀλλ’ ὑπεξῆλθον διὰ φόβον ἀκριβῶς ἐπιστάμενοι τὸν ἵμερον, ᾧ κέχρητο πρὸς τὸ νομίζεσθαι θεός.
εἴρηται μὲν οὖν κεφαλαιωδέστερον ἡ αἰτία τῆς πρὸς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀπεχθείας Γαΐου· λεκτέον δὲ καὶ τὴν παλινῳδίαν.
[*](2 ὑπομένουσιν (sic) coni. Mang. 3 τοὺς om. C 4 ἠδυνήθημεν H δὲ CGO: δ’ ceteri ἐπτοημένους M 4. 5 διεπτοημένους καὶ ἀποροῦντας om. Α 6 ὃς C: οὓς GOMH, ἧς Α 7 πέντε] πάντως Α (mavult Mang.) πανταχοῦ] ἐν ἡμῖν M πάντων ἰουδαίων CGO: ἰουδαίων πάντων MH, πάντων om. Α 8 πόλεις G 9 pr. τίς] τί Turn. καταληφθήσεται L 12 ἑκάστας OMAH (mavult Mang.): ἕκαστα CG (v) 13 λογισμοῖς] τοῖς λογισμοῖς Ο ὑπερσυρόμεθα G, ὑπερεσυρόμεθα M 16 κέχρητο C (Turn.): κέχρηται ceteri 18 ἀπεχθίας G post παλινῳδίαν add. πρὸς γάιον H (v) Φίλωνος ἀρετῶν πρῶτον· ὅ ἐστι τῆς αὐτοῦ πρεσβείας τῆς πρὸς γάϊον subscr. G)[*](2. 3 DK fol. 82v Φίλωνος ἐκ tfj; πρὸς Γάιον πρεσβείας DL fol. 41r et 64r DM fol. 32 DP fol. 16v (cf. Harris p. 78) DV p. 367 Φίλωνος DL fol. 142v: ἃ πρέσβεις ὑπομένουσιν, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν.)