Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἐπεὶ δὲ ἔνια τῶν περὶ τὰς οἰκοδομὰς διετάξατο, μέγιστον καὶ σεμνὸν ἐρώτημα ἠρώτα· „διὰ τί χοιρείων κρεῶν ἀπέχεσθε;“ πάλιν πρὸς τὴν πεῦσιν γέλως ἐκ τῶν ἀντιδίκων κατερράγη τοσοῦτος, τῇ μὲν ἡδομένων τῇ δὲ καὶ ἐπιτηδευόντων ἕνεκα κολακείας ὑπὲρ τοῦ τὸ λεχθὲν δοκεῖν σὺν εὐτραπελίᾳ καὶ χάριτι εἰρῆσθαι, ὥς τινα τῶν ἑπομένων αὐτῷ θεραπόντων ἀγανακτεῖν ἐπὶ τῷ καταφρονητικῶς ἔχειν αὐτοκράτορος, ἐφ’ οὗ καὶ τὸ μετρίως μειδιάσαι τοῖς μὴ πάνυ συνήθεσιν οὐκ ἀσφαλές.

ἀποκριναμένων δὲ ἡμῶν, ὅτι „νόμιμα παρ’ ἑτέροις ἕτερα καὶ χρῆσις ἐνίων ὡς ἡμῖν καὶ τοῖς ἀντιδίκοις ἀπείρηται“, καὶ φαμένου τινὸς „ὡς πολλοί γε καὶ τὰ προχειρότατα ἀρνία οὐ προσφέρονται“, γελάσας „εὖ γε“ εἶπεν, „ἔστι γὰρ οὐχ ἡδέα.“

τοιαῦτα φλυαρηθέντες καὶ κατακερτομηθέντες ἐν ἀμηχάνοις ἦμεν. εἶτα ὀψέ ποτε παρασεσυρμένως "βουλόμεθα μαθεῖν“ ἔφη, „τίσι χρῆσθε περὶ τῆς πολιτείας δικαίοις.“

ἀρξαμένων δὲ λέγειν καὶ διδάσκειν, ἀπογευσάμενος τῆς δικαιολογίας καὶ συνεὶς ὡς οὐκ ἔστιν εὐκαταφρόνητος, πρὶν ἐπενεγκεῖν τὰ ἐχυρώτερα, συγκόψας καὶ τὰ πρότερα δρομαῖος εἰς τὸν μέγαν οἶκον [*](1 ταῦτ’ M 2 πάντα Η 3 ἐλλείπεις GO κατασκευαῖς coni. Mang. προσδιαττάττων M 4 εἶτα CGO: εἶθ’ ceteri 5 χλευαζόμενοι CGO (Turn.): καταχλευαζόμενοι ceteri (Mang.) καὶ κατακερτομούμενοι M: om. AH, κατακερτομούμενοι CGO (Turn.) ; καὶ κερτομούμενοι Mang. 6 μιμεία H: μιμία ceteri (v) 7 φαῦλοι (sic) G 7.8 ἀποβλέποντες Α 8 δὲ CGO: δ’ ceteri αἰτιᾶται] αἰτιῷτο τὸ Α 9 πως C: που ceteri 10. 11 καὶ μάλιστα — ἀποκρίνασθαι om. Α 10 ἐπεπύθει (sic) coni. Mang. 12 ἐπεὶ δὲ CGOH: ἐπεὶ δ’ A, ἐπειδὴ M 13 οἰκοδομὰς C: οἰκοδομίας GOMH, οἰκονομίας Α διετάξατο CA: διεδέξατο GOMH 14 ἐκ] πρὸς Α 16 τό] τε G 17 τινα CG (Turn.): τινας ceteri (Mang.) 19 δὲ CGO: δ’ ceteri 21 πολλά CGO 22 ἔστιν C, ἔσται Α 23 φλυαρηθέντες] χλευασθέντες coni. Mang. εἶτα CGO: εἶτ᾿ ceteri 25 πολιτείας] ἰσοπολιτείας coni. Mang. 27 ἐχυρώτερα CGM: ὀχυρώτερα OH, ὀχυρώτατα Α τὸν A: om. ceteri (v)) [*](9 DR fol. 157v τοῦ ὅταν ὅταν αἰτιᾶται δικαστὴς κρινομένου, ἀνάγκη σιωπᾶν.)

v.6.p.222
εἰσεπήδησε καὶ περιελθὼν προστάττει τὰς ἐν κύκλῳ θυρίδας ἀναληφθῆναι τοῖς ὑάλῳ λευκῇ παραπλησίως διαφανέσι λίθοις, οἳ τὸ μὲν φῶς οὐκ ἐμποδίζουσιν, ἄνεμον δὲ εἴργουσι καὶ τὸν ἀφ’ ἡλίου φλογμόν.

εἶτα προελθὼν ἄνευ σπουδῆς μετριώτερον ἀνηρώτα· „τί λέγετε;“ συνείρειν δὲ ἀρξαμένων τὰ ἀκόλουθα, εἰστρέχει πάλιν εἰς ἕτερον οἶκον, ἐν ᾧ γραφὰς ἀρχετύπους ἀνατεθῆναι προσέταττεν.

οὕτω τῶν ἡμετέρων σπαραττομένων καὶ διαρτωμένων καὶ μόνον οὐ συγκοπτομένων καὶ συντριβομένων δικαίων, ἀπειρηκότες καὶ μηδὲν ἔτι σθένοντες, ἀεὶ δὲ οὐδὲν ἕτερον ἢ θάνατον προσδοκῶντες, οὐκέτι τὰς ψυχὰς ἐν αὑτοῖς εἴχομεν, ἀλλ’ ὑπ’ ἀγωνίας ἔξω προεληλύθεσαν ἱκετεύειν τὸν ἀληθινὸν θεόν, ἵνα τοῦ ψευδωνύμου τὰς ὀργὰς ἐπίσχῃ.

ὁ δὲ λαβὼν οἶκτον ἡμῶν τρέπει τὸν θυμὸν αὐτοῦ πρὸς ἔλεον· καὶ ἀνεθεὶς πρὸς τὸ μαλακώτερον, τοσοῦτον εἰπὼν "οὐ πονηροὶ μᾶλλον ἢ δυστυχεῖς εἶναί μοι δοκοῦσιν ἄνθρωποι καὶ ἀνόητοι μὴ πιστεύοντες, ὅτι θεοῦ κεκλήρωμαι φύσιν“, ἀπαλλάττεται προστάξας καὶ ἡμῖν ἀπέρχεσθαι.

Τοιοῦτον ἀντὶ δικαστηρίου θέατρον ὁμοῦ καὶ δεσμωτήριον ἐκφυγόντες — ὡς μὲν γὰρ ἐν θεάτρῳ κλωσμὸς συριττόντων, καταμωκωμένων, ἄμετρα χλευαζόντων, ὡς δὲ ἐν εἱρκτῇ πληγαὶ κατὰ τῶν σπλάγχνων φερόμεναι, βάσανοι, κατατάσεις τῆς ὅλης ψυχῆς διά τε τῶν εἰς τὸ θεῖον βλασφημιῶν καὶ διὰ τῶν ἐπανατάσεων, ἃς τοσοῦτος αὐτοκράτωρ ἐπανετείνετο, μνησικακῶν οὐ περὶ ἑτέρου, ῥᾳδίως γὰρ ἂν μετέβαλεν, ἀλλὰ περὶ ἑαυτοῦ καὶ τῆς εἰς τὴν ἐκθέωσιν ἐπιθυμίας, ᾗ μόνους ὑπελάμβανε μήτε συναινεῖν Ἰουδαίους μήτε δύνασθαι συνυπογράψασθαι — μόλις ἀνεπνεύσαμεν, οὐκ ἐπειδὴ φιλοζωοῦντες θάνατον κατεπτήχειμεν,

ὃν ἄσμενοι καθάπερ ἀθανασίαν εἱλόμεθα ἄν, εἰ δή τι τῶν νομίμων ἔμελλεν [*](1 εἰσεπήδησεν COH (v) 2 ὑάλῳ CGO: ὑέλῳ ceteri παραπλησίως διαφανέσι M: διαφανέσι παραπλησίως C (Turn.), παραπλησίοις διαφανέσι GOA (Mang.), παραπλησίοις ὡς διαφανέσι Η 3 δ’ AH 3. 4 προελθὼν CA (Turn.): προσελθὼν GOMH (mavult Mang.) 4 δὲ CGO: δ’ ceteri 5 τἀκόλουθα MH 6 διασπαραττομένων M, ταραττομένων Α 6. 7 καὶ διαρτωμένων om. AH 8 ἔτι ὅτι L σθένοντες] στένοντες H2L δὲ CGO: δ’ ceteri 9 αὑτοῖς codd. (praefert Mang.): αὐταῖς v ἐῷμεν Ο 9. 10 προεληλύθεσαν CG: προεληλύθεισαν MAH, προεληλύθειμεν Ο (mavult Mang.) 10 τὰς om. O ὀργάς] ὁρμὰς A (mavult Mang.) 11 πρὸς] εἰς L 12 καὶ CGO: ὁ δ’ ceteri τοσοῦτον CGO: καὶ τοσοῦτον ceteri (v) οὐ] καὶ M 13 οἱ ante ἄνθρωποι add. A 17 ἐκφυγόντας CO, διαφυγόντες M κλωγμὸς A (Maug.) 18 δὲ CGOL: δ’ ceteri τῶν om. Turn. 19 κατατάσεις] κατὰ CGO 20 διὰ om. M ἐπανατάσεων σ τ C: ἐπανατάσεων M, ἐπαναστάσεων GOAH τοσοῦτος MAH (praefert Mang.): τοσοῦτον CGO (v) 21 ἐπαναιτείνετο (sic) C, ἐπετείνετο A 21. 22 μετέβαλεν COA: μετέβαλλεν GMH 22 αὑτοῦ AH ἐκθέωσιν] ἐκθέωσιν] M 23 ἰουδαίοις G 24 ἀνεπλεύσαμεν A 25 εἰλόμεθ᾿ Α)

v.6.p.223
ἐπανόρθωσιν ἕξειν, ἀλλ’ εἰδότες ἐπ’ οὐδενὶ λυσιτελεῖ παρανάλωμα γενησόμενοι μετὰ πολλῆς δυσκλείας· ἃ γὰρ ἂν πρέσβεις ὑπομένωσιν, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν.

τούτων μὲν δὴ χάριν ἐπὶ ποσὸν ἐδυνήθημεν ἀνακύψαι, τὰ δὲ ἄλλα ἡμᾶς ἐφόβει διεπτοημένους καὶ ἀποροῦντας, τί γνώσεται, τί ἀποφανεῖται, ποταπὴ γένοιτ’ ἂν ἡ κρίσις· ἤκουσε γὰρ τῆς ὑποθέσεως, ὃς πραγμάτων ἐνίων παρήκουσεν; ἐν ἡμῖν δὲ πέντε πρεσβευταῖς σαλεύειν τὰ τῶν πανταχοῦ πάντων Ἰουδαίων οὐ χαλεπόν;

εἰ γὰρ χαρίσαιτο τοῖς ἡμετέροις ἐχθροῖς, τίς ἑτέρα πόλις ἠρεμήσει; τίς οὐκ ἐπιθήσεται τοῖς συνοικοῦσι; τίς ἀπαθὴς καταλειφθήσεται προσευχή; ποῖον πολιτικὸν οὐκ ἀνατραπήσεται δίκαιον τοῖς κοσμουμένοις κατὰ τὰ πάτρια τῶν Ἰουδαίων; ἀνατετράψεται, ναυαγήσει, κατὰ βυθοῦ χωρήσει καὶ τὰ ἐξαίρετα νόμιμα καὶ τὰ κοινὰ πρὸς ἑκάστας τῶν πόλεων αὐτοῖς δίκαια.

τοιούτοις ὑπέραντλοι γενόμενοι λογισμοῖς ὑπεσυρόμεθα καταποντούμενοι· καὶ γὰρ οἱ τέως συμπράττειν ἡμῖν δοκοῦντες ἀπειρήκεσαν· καλουμένων γοῦν, ἔνδον ὄντες οὐχ ὑπέμειναν, ἀλλ’ ὑπεξῆλθον διὰ φόβον ἀκριβῶς ἐπιστάμενοι τὸν ἵμερον, ᾧ κέχρητο πρὸς τὸ νομίζεσθαι θεός.

εἴρηται μὲν οὖν κεφαλαιωδέστερον ἡ αἰτία τῆς πρὸς ἅπαν τὸ Ἰουδαίων ἔθνος ἀπεχθείας Γαΐου· λεκτέον δὲ καὶ τὴν παλινῳδίαν.

[*](2 ὑπομένουσιν (sic) coni. Mang. 3 τοὺς om. C 4 ἠδυνήθημεν H δὲ CGO: δ’ ceteri ἐπτοημένους M 4. 5 διεπτοημένους καὶ ἀποροῦντας om. Α 6 ὃς C: οὓς GOMH, ἧς Α 7 πέντε] πάντως Α (mavult Mang.) πανταχοῦ] ἐν ἡμῖν M πάντων ἰουδαίων CGO: ἰουδαίων πάντων MH, πάντων om. Α 8 πόλεις G 9 pr. τίς] τί Turn. καταληφθήσεται L 12 ἑκάστας OMAH (mavult Mang.): ἕκαστα CG (v) 13 λογισμοῖς] τοῖς λογισμοῖς Ο ὑπερσυρόμεθα G, ὑπερεσυρόμεθα M 16 κέχρητο C (Turn.): κέχρηται ceteri 18 ἀπεχθίας G post παλινῳδίαν add. πρὸς γάιον H (v) Φίλωνος ἀρετῶν πρῶτον· ὅ ἐστι τῆς αὐτοῦ πρεσβείας τῆς πρὸς γάϊον subscr. G)[*](2. 3 DK fol. 82v Φίλωνος ἐκ tfj; πρὸς Γάιον πρεσβείας DL fol. 41r et 64r DM fol. 32 DP fol. 16v (cf. Harris p. 78) DV p. 367 Φίλωνος DL fol. 142v: ἃ πρέσβεις ὑπομένουσιν, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν.)