Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Τοῦτο δὲ πράξειν ἔμελλεν ἐν παράπλῳ κατὰ τὴν εἰς Αἴγυπτον ἀποδημίαν. ἄλεκτος γάρ τις αὐτὸν ἔρως κατεῖχε τῆς Ἀλεξανδρείας, εἰς ἣν ἐπόθει σπουδῇ πάσῃ παραγενέσθαι καὶ ἀφικόμενος πλεῖστον χρόνον ἐνδιαιτηθῆναι, νομίζων τὴν ἐκθέωσιν, ἣν ὠνειροπόλει, μίαν ταύτην πόλιν καὶ γεγεννηκέναι καὶ συναυξήσειν καὶ ταῖς ἄλλαις παράδειγμα γεγενῆσθαι τοῦ σεβασμοῦ, μεγίστην τε οὖσαν καὶ ἐν καλῷ τῆς οἰκουμένης· τὰ γὰρ τῶν μεγάλων εἴτε ἀνδρῶν εἴτε πόλεων τοὺς καταδεεστέρους ἄνδρας τε καὶ δήμους ζηλοῦν ἐπιχειρεῖν.

ἦν μέντοι καὶ πρὸς τἄλλα πάντα τὴν φύσιν ἄπιστος, ὡς, εἰ καί τι χρηστὸν ἐργάσαιτο, μετανοεῖν εὐθὺς καὶ τρόπον τινὰ δι’ οὗ καὶ ταυτὶ λυθήσεται ζητεῖν μετὰ μείζονος ἀνίας καὶ βλάβης.

οἷον δή τι λέγω· δεσμώτας ἔλυσεν ἐνίους ἐπ’ οὐδεμιᾷ προφάσει, πάλιν ἔδησε βαρυτέραν τῆς προτέρας ἐπαγαγὼν συμφοράν, τὴν ἐκ δυσελπιστίας.

πάλιν κατέγνω φυγὴν ἑτέρων θάνατον προσδοκησάντων, οὐκ ἐπειδὴ συνῄδεσαν αὑτοῖς ἄξια θανάτου πεπραχόσιν ἢ συνόλως βραχυτέρας ἡστινοσοῦν τιμωρίας, ἀλλὰ διὰ τὴν ὑπερβάλλουσαν ὠμότητα τοῦ δικαστοῦ μὴ προσδοκῶντες ἀποφεύξεσθαι. τούτοις ἕρμαιον ἦν ἡ φυγὴ καὶ ἰσότιμος καθόδῳ τὸν περὶ ψυχῆς ἀνωτάτω κίνδυνον ἀποδεδρακέναι νομίζουσιν.