Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

κἂν ἄρα τίς που, οὐ λέγω τῶν ἄλλων Ἰουδαίων, ἀλλὰ καὶ τῶν ἱερέων, οὐχὶ τῶν ὑστάτων, ἀλλὰ τῶν τὴν εὐθὺς μετὰ τὸν πρῶτον τάξιν εἰληχότων, ἢ καθ’ αὑτὸν ἢ καὶ μετ’ ἐκείνου συνεισέλθῃ, μᾶλλον δὲ κἂν αὐτὸς ὁ ἀρχιερεὺς δυσὶν ἡμέραις τοῦ ἔτους ἢ καὶ τῇ αὐτῇ τρὶς ἢ καὶ τετράκις εἰσφοιτήσῃ,

θάνατον ἀπαραίτητον ὑπομένει. τοσαύτη τίς ἐστιν ἡ περὶ τὰ ἄδυτα φυλακὴ τοῦ νομοθέτου μόνα ἐκ πάντων ἄβατα καὶ ἄψαυστα βουληθέντος αὐτὰ διατηρεῖσθαι. πόσους ἂν οὖν οἴει θανάτους [*](1 καὶ ante pr. μήτε add. M 1. 2 alt. μήτε—ἐργάσασθαι om. Α 4 δεῖ CGO: δ’ ceteri 5 γράφωσι G δεκτικωτάτας M διαναγνοὺς Mang.: διάρους codd. (v) 6 πιλᾶτον om. M, πιλάτος L (Turn.) pr. δὲ CGO: δ’ ceteri ὀργίσθη M 7 ὀργὴ O, ὁρμὴ M ἐξαυτοῦ C αὑτοῦ Η: αὐτοῦ ceteri 8 γὰρ om. Turn. οὑδὲ CGO (Mang.): οὐδ’ ceteri: οὐδὲν Turn. μυρία] μωρίαν O μὲν] μὲν οὖν H 9 δὲ CGO: δ’ ceteri 10 καθελεῖν] κατελθεῖν C μετακομισθῆναι Α (Mang.): μετεκομίσθη CGOMH: μετεκομίσθησαν Turn. 11 προπάππου] προσώπου M 12 σεβαστείω OA (Mang.): σεβαστίω CGMH (Turn.) καὶ ante ἀμφότερα add. A ἑφυλάχθησαν A 14 οὐδὲ H ἀνεζωγράφη τὸ M 15 δὲ om. L κολοσιαῖος Ο 16 οἴκω Α 17 κά αὐτὰ ἰὰ] κατὰ τὰ H: κατ’ αὐτὰ Turn. 19 εἰρήνην] εὐθηνίαν coni. Mang. 20 που om. MA 21 ἀλλὰ] ἀλλὰ καὶ Ο τὴν om. H τὸν CGAH: τῶν O, τ (sic) M πρώτην M 22 alt. ἢ om. L καὶ om. MA ἐκείνους G, ς ss. H συνέλθη Α 22. 23 συνεισέλθη — pr. ἢ om. Η1, in marg. κᾶν add. H2 22 κἂν] καὶ M 23 alt. καὶ om. GO 26 αὐτὰ om. Α οὖν om. OA οἴη GA εἴη O θανάτους Α (Mang.): θάντον ceteri (Turn.))

v.6.p.212
ἑκουσίως ὑπομένειν τοὺς περὶ ταῦτα ὡσιωμένους, εἰ θεάσαιντο τὸν ἀνδριάντα εἰσκομιζόμενον; ἐμοὶ μὲν δοκοῦσι γενεὰς ὅλας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἀποσφάξαντες ἐπὶ τοῖς τῶν οἰκείων πτώμασιν ἑαυτοὺς τελευταῖον καθιερεύσειν. ταῦτα μὲν Τιβέριος ἔγνω.

τί δὲ ὁ σὸς πρόπαππος, ὁ τῶν πώποτε γενομένων αὐτοκρατόρων ἄριστος, ὁ πρῶτος ἀρετῆς ἕνεκα καὶ τύχης Σεβαστὸς ὀνομασθείς, ὁ τὴν εἰρήνην διαχέας πάντῃ διὰ γῆς καὶ θαλάττης ἄχρι τῶν τοῦ κόσμου περάτων;

οὐκ ἀκοῇ πυνθανόμενος τὰ περὶ τὸ ἱερὸν καὶ ὅτι οὐδέν ἐστιν ἀφίδρυμα ἐν αὐτῷ χειρόκμητον, ὁρατὸν ἀοράτου μίμημα φύσεως, ἐθαύμαζε καὶ προσεκύνει, φιλοσοφίας οὐκ ἄκροις χείλεσι γευσάμενος ἀλλ’ ἐπὶ πλέον ἑστιαθεὶς καὶ σχεδόν τι καθ’ ἑκάστην ἡμέραν ἑστιώμενος, τὰ μὲν μνήμαις ὧν ἡ διάνοια προμαθοῦσα τὰ φιλοσοφίας ἀνεπόλει, τὰ δὲ καὶ ταῖς τῶν συνόντων ἀεὶ λογίων συνδιαιτήσεσι; κατὰ γὰρ τὰς ἐν δείπνῳ συνουσίας ὁ πλεῖστος χρόνος ἀπενέμετο τοῖς ἀπὸ παιδείας, ἵνα μὴ τὸ σῶμα μόνον ἀλλὰ καὶ

ἡ ψυχὴ τοῖς οἰκείοις ἀνατρέφοιτο. τεκμηρίοις δὲ ἀφθόνοις πιστώσασθαι δυνάμενος τὸ βούλημα τοῦ Σεβαστοῦ προπάππου σου δυσὶν ἀρκεσθήσομαι. τὸ μὲν γὰρ πρῶτον ἐπέστειλε τοῖς ἐπιτρόποις τῶν κατὰ τὴν Ἀσίαν ἐπικρατειῶν, πυθόμενος ὀλιγωρεῖσθαι τὰς ἱερὰς ἀπαρχάς, ἵνα ἐπιτρέπωσι τοῖς Ἰουδαίοις μόνοις εἰς τὰ συναγώγια συνέρχεσθαι·

μὴ γὰρ εἶναι ταῦτα συνόδους ἐκ μέθης καὶ παροινίας ἐπισυστάσας, ὡς λυμαίνεσθαι τὰ τῆς εἰρήνης, ἀλλὰ διδασκαλεῖα σωφροσύνης καὶ δικαιοσύνης ἀνδρῶν ἐπιτηδευόντων μὲν ἀρετήν, ἀπαρχὰς δὲ ἐτησίους συμφερόντων, ἐξ ὧν ἀνάγουσι θυσίας στέλλοντες ἱεροπομποὺς εἰς τὸ ἐν Ἱεροσολύμοις ἱερόν.

εἶτα κελεύει μηδένα ἐμποδὼν ἵστασθαι τοῖς Ἰουδαίοις μήτε συνιοῦσι μήτε συνεισφέρουσι μήτε διαπεμπομένοις κατὰ τὰ πάτρια εἰς Ἱεροσόλυμα· ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασι, τοῖς γοῦν πράγμασιν [*](1 ἑκουσίους A, L (sed corr.) ὑπομένειν ἑκουσίως transp. Ο ὑπομενεῖν (sic) coni. Mang. ταῦτα] τὰ τοιαῦτα MH: τοιαῦτα mavult Mang. εἰ θεάσαιντο] ἐθεάσαιντο (sic) M 2 γενεὰς] συγγενείας coni. Mang. 4 δὲ CGO: δ’ ceteri 5. 6 ἕνεκα om. U 6 ὡνομασθείς Η διαχέας CGO: διαχέων ceteri διὰ om. H 8 ἀφίδρυμα ἐν αὐτῶ CGO: ἐν αὐτῶ ἀφ. ceteri 8. 9 χειρότμητον Ο (sed corr.) 9 ὁρατὸν CGO: ἀόρατον ceteri ἐθαύμασε Η 10 χείλεσιν C ἀλλ’ ἐπὶ] ἀλλά τι M 12 ἀνεπόθει L 13 αἰεὶ M διαιτήσεσι Α ἐν] ἐν τῶ M 15 ἀνατρέφοιτο CGO: διατρέφοιτο ceteri δὲ CGO: δ’ ceteri 16 δυνάμενος] βουλόμενος Α 17 ἐπέστειλε O (coni. Mang.): ἀπέστειλε ceteri (v) 18 ἐπικρατειῶν] ἐπικρατεστέρων H πειθόμενος M ὠλιγωρῆσθαι MH ἵνα CGOL: ἵν’ ceteri 20 ταύτας MA ἐπισυστάσας Cohn: ἐπὶ συστάσεως GO, ἐπὶ συστάσει MAH (v), ἐπισυστάντα C ὡς C: om. ceteri 20. 21 λυμαίνεσθαι τὰ τῆς C: λυμαινεστάτης GOMH, λυμαινομένας A 21 διδασκαλίας διδασκάλους Α 22 δέ CGO: δ’ ceteri συμφερόντων CGO: εἰσφερόντων ceteri (v) 24 ἵστασθαι ἐμποδὼν transp. O 25 συνιοῦσιν CL συνεισφέρουσιν L 26 καὶ μὴ CGO: μὴ καὶ ceteri pr. τοῖς] ἐν τοῖς Α γοῦν] γὰρ H)

v.6.p.213
ἐπέσταλται.

μίαν δὲ ἐπιστολὴν ὑποτέταχα πρὸς τὴν σὴν τοῦ δεσπότου πειθώ, ἣν Γάιος Νορβανὸς Φλάκκος ἐπιστέλλει δηλῶν τὰ ὑπὸ Καίσαρος αὐτῷ γραφέντα.

ἔστι δὲ τῆς ἐπιστολῆς τὸ ἀντίγραφον τόδε· ’Γάιος Νορβανὸς Φλάκκος ἀνθύπατος Ἐφεσίων ἄρχουσι χαίρειν. Καῖσάρ μοι ἔγραψεν, Ἰουδαίους, οὗ ἂν ὦσιν, ἰδίῳ ἀρχαίῳ ἐθισμῷ νομίζειν συναγομένους χρήματα φέρειν, ἃ πέμπουσιν εἰς Ἱεροσόλυμα· τούτους οὐκ ἠθέλησε κωλύεσθαι τοῦτο ποιεῖν. ἔγραψα οὖν ὑμῖν, ἵν’ εἰδῆτε, ὡς ταῦτα οὕτως γίνεσθαι κελεύει.’