Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τὸ τελευταῖον τοῦτο μάλιστα αὐτὸν ἐξετράχυνε καταδείσαντα, μὴ τῷ ὄντι πρεσβευσάμενοι καὶ τῆς ἄλλης αὐτὸν ἐπιτροπῆς ἐξελέγξωσι τὰς δωροδοκίας, τὰς ὕβρεις, τὰς ἁρπαγάς, τὰς αἰκίας, τὰς ἐπηρείας, τοὺς ἀκρίτους καὶ ἐπαλλήλους φόνους, τὴν ἀνήνυτον καὶ ἀργαλεωτάτην ὠμότητα διεξελθόντες.

οἷα οὖν ἐγκότως ἔχων καὶ βαρύμηνις ὢν ἄνθρωπος ἐν [*](1 τρισὶν CH (v) εἴκοσι G (v), κ CL 3 αὐτοῖς GO 5 ὅτε CGO: ὅτ’ 6 ἐπίτροπος om. Ο 8 ἱεράπολιν Α 9 alt. μήτ᾿ A ἀπαγορευομένων Turn. 10 ἣ] ἢ COL ταῦτα CGOL: ταῦτ’ ceteri τ’ A ἀνατεθέντα A 11 δὲ CGO: δ’ ceteri καὶ—πρᾶγμα om. G 11 ἦν om. CGO υἱοὺς (οὺ in ras.) A τέσσαρας OM τ᾿ Α, γε L βασιλέων] τῶν βασέων CG 15 τὸν] τοῦ O 17 δὲ CGO: δ’ ceteri 18 αὐφάδους (sic) M 23 διενοχλεῖν AH (Mang.): διοχλεῖν ML (Turn.), ὀχλεῖν CGO δεώμεθα MAH (Turn.): δεησώμεθα C (Mang.), δεηθησώμεθα G, δεηθησόμεθα O 24 μάλιστ’ MAL ἐξετραχυνεν CL 25 ἄλλης] ὅλης coni. Mang. αὐτὸν codd.: αὐτοῦ v post ἐπιτροπῆς iteravit αὐτὸν A ἐλέγξωσι O 27 τὴν] τὸν O alt. καὶ om. M 28 ὢν add. Cohn: om. codd. (v)) [*](6 Euseb. Dem. Ev. VIII 123 p. 403 αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ σημαίας φάσκων τὰς βασιλικὰς τόν Πιλᾶτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν.)

v.6.p.211
ἀμηχάνοις ἦν, μήτε καθελεῖν τὰ ἅπαξ ἀνατεθέντα θαρρῶν μήτε βουλόμενός τι τῶν πρὸς ἡδονὴν τοῖς ὑπηκόοις ἐργάσασθαι, ἅμα δὲ καὶ τὴν ἐν τούτοις σταθερότητα Τιβερίου μὴ ἀγνοῶν· ἅπερ ὁρῶντες οἱ ἐν τέλει καὶ συνιέντες, ὅτι μετανοεῖ μὲν ἐπὶ τοῖς πεπραγμένοις, δοκεῖν δὲ οὐ βούλεται,

γράφουσι Τιβερίῳ δεητικωτάτας ἐπιστολάς. ὁ δὲ διαναγνοὺς οἷα μὲν εἶπε Πιλᾶτον, οἷα δὲ ἠπείλησεν· ὡς δὲ ὠργίσθη, καίτοι οὐκ εὔληπτος ὢν ὀργῇ, περιττόν ἐστι διηγεῖσθαι, τοῦ πράγματος ἐξ αὑτοῦ φωνὴν ἀφιέντος.

εὐθέως γὰρ οὐδὲ εἰς τὴν ὑστεραίαν ὑπερθέμενος ἐπιστέλλει, μυρία μὲν τοῦ καινουργηθέντος τολμήματος ὀνειδίζων καὶ ἐπιπλήττων, κελεύων δὲ αὐτίκα καθελεῖν τὰς ἀσπίδας καὶ μετακομισθῆναι ἐκ τῆς μητροπόλεως εἰς τὴν ἐπὶ θαλάττῃ Καισάρειαν, ἐπώνυμον τοῦ προπάππου Σεβαστήν, ἵνα ἀνατεθεῖεν ἐν τῷ Σεβαστείῳ· καὶ ἀνετέθησαν. οὕτως ἀμφότερα ἐφυλάχθη, καὶ ἡ τιμὴ τοῦ αὐτοκράτορος, καὶ ἡ περὶ τὴν πόλιν ἀρχαία συνήθεια.