Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὅσας γοῦν ἡμέρας διέτριψεν ἐν τῇ πόλει κατὰ χάριν τὴν πρὸς Ἡρῴδην, ἐφοίτησεν εἰς τὸ τέμενος τερπόμενος τῇ θέᾳ καὶ τῆς κατασκευῆς καὶ τῶν θυσιῶν καὶ τῆς περὶ τὰ ἱερουργούμενα λειτουργίας καὶ τάξεως καὶ τῆς περὶ τὸν ἀρχιερέα σεμνότητος, ὁπότε ἀσκηθείη τῇ ἱερᾷ στολῇ καὶ κατάρχοι τῶν ἱερῶν.

ἀναθήμασι δὲ κοσμήσας ὅσοις ἐξῆν τὸ ἱερὸν καὶ τοὺς οἰκήτορας εὐεργετήσας ὅσα μὴ βλάψει χαριζόμενος, Ἡρῴδην εὐφημήσας πολλὰ καὶ εὐφημηθεὶς μυρία, παρεπέμφθη μέχρι λιμένων, οὐχ ὑπὸ μιᾶς πόλεως, ἀλλ’ ὑπὸ τῆς χώρας ἁπάσης, φυλλοβολούμενός τε καὶ θαυμαζόμενος ἐπ’ εὐσεβείᾳ. τί δὲ ὁ ἕτερός σου πάππος Τιβέριος Καῖσαρ;

οὐχὶ ταὐτὰ [*](2 ἄλλο τι A (Mang.): ἄλλος Μ, ἄλλο ceteri (Turn.) ἐνεωτέρισέν C, ι corr. ex η Ο, ἐνεωτέρησε G ποτε CG (Turn.): ποθ’ OMAH (Mang.), ποθεν L 3 νεών CG: ναόν ceteri 3. 4 ἐνιδρύσασθαι coni. Mang. 4 εἰ] εἰ καὶ Α 6 ἐπὶ τιμὴ MAH (Mang.): ἐπ’ ἀτιμία CGO (Turn.) 8 συμφοράς] φοράς coni. Mang. ἀσεβείας coni. Mang. 9 ἀναγκασθῶσιν L παντελεῖ A (Mang.): παντελεῖς ceteri (Turn.) 11 σοι om. AH 13 ἐβασίλευσε G, ἐβασίλευεν O 14 ἠξίωσεν CO 15 τὸν orn. L τῶν χωρίων MA; τοῦ χωρίου coni. Mang. ἁγιστείαν OMAL (prob. Mang.): ἁγιστίαν CGH (v) ἠγάσθαι H 17 οὐδὲν H2, οὐδὲ H1 συνιόντας Richt. (Tauchn.) ἑταίρων] ἑτέρων L 18 αὐτόν] αὐτῶν Ο 19 τὴν aute χάριν add., sed eras. H ἐφοίτα A, ἐφοίτησας Η1, corr. H2 τέμενος CGO: ἱερὸν ceteri (praefert Mang.) 21 λεπτουργίας coni. Mang. περὶ] πρὸς Η 22 ὁπότ’ Α ἀσκηθείη] ἐνσκευασθείη coni. Mang. κατάρχει G, κατάρχῃ L ἱερῶν] ἱερέων CGO (Turn.) 23 ὅσοις] ει οἵοις coni. Mang. 24 βλάψει ΑΗ: βλάψη L, βλάψη ceteri (v) 24. 25 εὐφημισθεὶς OL, εὐφημιθεὶς Η 25 λιμένων] λειμώνων Α 26 φιλοβολούμενος M 27 ὁ πάππος σου ὁ ἕτερος transp. Η ταὐτὰ CGO (Mang.): ταῦτα ceteri (Turn.))

v.6.p.210
φαίνεται προῃρημένος; ἐν γοῦν τρισὶ καὶ εἴκοσιν ἔτεσιν οἷς αὐτοκράτωρ ἐγένετο τὴν κατὰ τὸ ἱερὸν ἐκ μηκίστων χρόνων παραδεδομένην θρησκείαν ἐτήρησεν, οὐδὲν αὐτῆς παραλύσας ἢ παρακινήσας μέρος.

ἔχω δέ τι καὶ φιλοτίμημα αὐτοῦ προσδιηγήσασθαι, καίτοι μυρίων ἀπολελαυκὼς ὅτε ἔζη κακῶν· ἀλλὰ τἀληθὲς φίλον καὶ σοὶ τίμιον. Πιλᾶτος ἦν τῶν ὑπάρχων ἐπίτροπος ἀποδεδειγμένος τῆς Ἰουδαίας· οὗτος οὐκ ἐπὶ τιμῇ Τιβερίου μᾶλλον ἢ ἕνεκα τοῦ λυπῆσαι τὸ πλῆθος ἀνατίθησιν ἐν τοῖς κατὰ τὴν ἱερόπολιν Ἡρῴδου βασιλείοις ἐπιχρύσους ἀσπίδας μήτε μορφὴν ἐχούσας μήτε ἄλλο τι τῶν ἀπηγορευμένων, ἔξω τινὸς ἐπιγραφῆς ἀναγκαίας, ἣ δύο ταῦτα ἐμήνυε, τόν τε ἀναθέντα καὶ ὑπὲρ οὗ ἡ ἀνάθεσις.

ἐπεὶ δὲ ᾔσθοντο οἱ πολλοί — καὶ περιβόητον ἦν ἤδη τὸ πρᾶγμα —, προστησάμενοι τούς τε βασιλέως υἱεῖς τέτταρας οὐκ ἀποδέοντας τό τε ἀξίωμα καὶ τὰς τύχας βασιλέων καὶ τοὺς ἄλλους ἀπογόνους καὶ τῶν παρ’ αὐτοῖς τοὺς ἐν τέλει παρεκάλουν τὸ νεωτερισθὲν περὶ τὰς ἀσπίδας εἰς ἐπανόρθωσιν ἀγαγεῖν καὶ μὴ κινεῖν ἔθη πάτρια τὸν πρὸ τοῦ πάντα αἰῶνα διαφυλαχθέντα καὶ πρὸς βασιλέων καὶ πρὸς αὐτοκρατόρων ἀκίνητα.

στερρῶς δὲ ἀντιλέγοντος — ἦν γὰρ τὴν φύσιν ἀκαμπὴς καὶ μετὰ τοῦ αὐθάδους ἀμείλικτος —, ἀνεβόησαν· „μὴ στασίαζε, μὴ πολεμοποίει, μὴ κατάλυε τὴν εἰρήνην· οὐκ ἔστιν ἀτιμία νόμων ἀρχαίων αὐτοκράτορος τιμή. μὴ πρόφασις τῆς εἰς τὸ ἔθνος ἐπηρείας ἔστω σοι Τιβέριος· οὐδὲν ἐθέλει τῶν ἡμετέρων καταλύεσθαι. εἰ δὲ φῄς, αὐτὸς ἐπίδειξον ἢ διάταγμα ἢ ἐπιστολὴν ἤ τι ὁμοιότροπον, ἵνα παυσάμενοι τοῦ σοὶ διενοχλεῖν πρέσβεις ἑλόμενοι δεώμεθα τοῦ δεσπότου."

τὸ τελευταῖον τοῦτο μάλιστα αὐτὸν ἐξετράχυνε καταδείσαντα, μὴ τῷ ὄντι πρεσβευσάμενοι καὶ τῆς ἄλλης αὐτὸν ἐπιτροπῆς ἐξελέγξωσι τὰς δωροδοκίας, τὰς ὕβρεις, τὰς ἁρπαγάς, τὰς αἰκίας, τὰς ἐπηρείας, τοὺς ἀκρίτους καὶ ἐπαλλήλους φόνους, τὴν ἀνήνυτον καὶ ἀργαλεωτάτην ὠμότητα διεξελθόντες.

οἷα οὖν ἐγκότως ἔχων καὶ βαρύμηνις ὢν ἄνθρωπος ἐν [*](1 τρισὶν CH (v) εἴκοσι G (v), κ CL 3 αὐτοῖς GO 5 ὅτε CGO: ὅτ’ 6 ἐπίτροπος om. Ο 8 ἱεράπολιν Α 9 alt. μήτ᾿ A ἀπαγορευομένων Turn. 10 ἣ] ἢ COL ταῦτα CGOL: ταῦτ’ ceteri τ’ A ἀνατεθέντα A 11 δὲ CGO: δ’ ceteri καὶ—πρᾶγμα om. G 11 ἦν om. CGO υἱοὺς (οὺ in ras.) A τέσσαρας OM τ᾿ Α, γε L βασιλέων] τῶν βασέων CG 15 τὸν] τοῦ O 17 δὲ CGO: δ’ ceteri 18 αὐφάδους (sic) M 23 διενοχλεῖν AH (Mang.): διοχλεῖν ML (Turn.), ὀχλεῖν CGO δεώμεθα MAH (Turn.): δεησώμεθα C (Mang.), δεηθησώμεθα G, δεηθησόμεθα O 24 μάλιστ’ MAL ἐξετραχυνεν CL 25 ἄλλης] ὅλης coni. Mang. αὐτὸν codd.: αὐτοῦ v post ἐπιτροπῆς iteravit αὐτὸν A ἐλέγξωσι O 27 τὴν] τὸν O alt. καὶ om. M 28 ὢν add. Cohn: om. codd. (v)) [*](6 Euseb. Dem. Ev. VIII 123 p. 403 αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ σημαίας φάσκων τὰς βασιλικὰς τόν Πιλᾶτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν.)

v.6.p.211
ἀμηχάνοις ἦν, μήτε καθελεῖν τὰ ἅπαξ ἀνατεθέντα θαρρῶν μήτε βουλόμενός τι τῶν πρὸς ἡδονὴν τοῖς ὑπηκόοις ἐργάσασθαι, ἅμα δὲ καὶ τὴν ἐν τούτοις σταθερότητα Τιβερίου μὴ ἀγνοῶν· ἅπερ ὁρῶντες οἱ ἐν τέλει καὶ συνιέντες, ὅτι μετανοεῖ μὲν ἐπὶ τοῖς πεπραγμένοις, δοκεῖν δὲ οὐ βούλεται,

γράφουσι Τιβερίῳ δεητικωτάτας ἐπιστολάς. ὁ δὲ διαναγνοὺς οἷα μὲν εἶπε Πιλᾶτον, οἷα δὲ ἠπείλησεν· ὡς δὲ ὠργίσθη, καίτοι οὐκ εὔληπτος ὢν ὀργῇ, περιττόν ἐστι διηγεῖσθαι, τοῦ πράγματος ἐξ αὑτοῦ φωνὴν ἀφιέντος.

εὐθέως γὰρ οὐδὲ εἰς τὴν ὑστεραίαν ὑπερθέμενος ἐπιστέλλει, μυρία μὲν τοῦ καινουργηθέντος τολμήματος ὀνειδίζων καὶ ἐπιπλήττων, κελεύων δὲ αὐτίκα καθελεῖν τὰς ἀσπίδας καὶ μετακομισθῆναι ἐκ τῆς μητροπόλεως εἰς τὴν ἐπὶ θαλάττῃ Καισάρειαν, ἐπώνυμον τοῦ προπάππου Σεβαστήν, ἵνα ἀνατεθεῖεν ἐν τῷ Σεβαστείῳ· καὶ ἀνετέθησαν. οὕτως ἀμφότερα ἐφυλάχθη, καὶ ἡ τιμὴ τοῦ αὐτοκράτορος, καὶ ἡ περὶ τὴν πόλιν ἀρχαία συνήθεια.

τότε μὲν οὖν ἀσπίδες ἦσαν, αἷς οὐδὲν ἀνεζωγράφητο μίμημα· νυνὶ δὲ κολοσσιαῖος ἀνδριάς. καὶ τότε μὲν ἡ ἀνάθεσις ἐν οἰκίᾳ τῶν ἐπιτρόπων ἦν· τὴν δὲ μέλλουσάν φασιν ἐσωτάτω τοῦ ἱεροῦ κατ’ αὐτὰ τὰ ἄδυτα γίνεσθαι, εἰς ἃ ἅπαξ τοῦ ἐνιαυτοῦ ὁ μέγας ἱερεὺς εἰσέρχεται τῇ νηστείᾳ λεγομένῃ μόνον ἐπιθυμιάσων καὶ κατὰ τὰ πάτρια εὐξόμενος φορὰν ἀγαθῶν εὐετηρίαν τε καὶ εἰρήνην ἅπασιν ἀνθρώποις.

κἂν ἄρα τίς που, οὐ λέγω τῶν ἄλλων Ἰουδαίων, ἀλλὰ καὶ τῶν ἱερέων, οὐχὶ τῶν ὑστάτων, ἀλλὰ τῶν τὴν εὐθὺς μετὰ τὸν πρῶτον τάξιν εἰληχότων, ἢ καθ’ αὑτὸν ἢ καὶ μετ’ ἐκείνου συνεισέλθῃ, μᾶλλον δὲ κἂν αὐτὸς ὁ ἀρχιερεὺς δυσὶν ἡμέραις τοῦ ἔτους ἢ καὶ τῇ αὐτῇ τρὶς ἢ καὶ τετράκις εἰσφοιτήσῃ,

θάνατον ἀπαραίτητον ὑπομένει. τοσαύτη τίς ἐστιν ἡ περὶ τὰ ἄδυτα φυλακὴ τοῦ νομοθέτου μόνα ἐκ πάντων ἄβατα καὶ ἄψαυστα βουληθέντος αὐτὰ διατηρεῖσθαι. πόσους ἂν οὖν οἴει θανάτους [*](1 καὶ ante pr. μήτε add. M 1. 2 alt. μήτε—ἐργάσασθαι om. Α 4 δεῖ CGO: δ’ ceteri 5 γράφωσι G δεκτικωτάτας M διαναγνοὺς Mang.: διάρους codd. (v) 6 πιλᾶτον om. M, πιλάτος L (Turn.) pr. δὲ CGO: δ’ ceteri ὀργίσθη M 7 ὀργὴ O, ὁρμὴ M ἐξαυτοῦ C αὑτοῦ Η: αὐτοῦ ceteri 8 γὰρ om. Turn. οὑδὲ CGO (Mang.): οὐδ’ ceteri: οὐδὲν Turn. μυρία] μωρίαν O μὲν] μὲν οὖν H 9 δὲ CGO: δ’ ceteri 10 καθελεῖν] κατελθεῖν C μετακομισθῆναι Α (Mang.): μετεκομίσθη CGOMH: μετεκομίσθησαν Turn. 11 προπάππου] προσώπου M 12 σεβαστείω OA (Mang.): σεβαστίω CGMH (Turn.) καὶ ante ἀμφότερα add. A ἑφυλάχθησαν A 14 οὐδὲ H ἀνεζωγράφη τὸ M 15 δὲ om. L κολοσιαῖος Ο 16 οἴκω Α 17 κά αὐτὰ ἰὰ] κατὰ τὰ H: κατ’ αὐτὰ Turn. 19 εἰρήνην] εὐθηνίαν coni. Mang. 20 που om. MA 21 ἀλλὰ] ἀλλὰ καὶ Ο τὴν om. H τὸν CGAH: τῶν O, τ (sic) M πρώτην M 22 alt. ἢ om. L καὶ om. MA ἐκείνους G, ς ss. H συνέλθη Α 22. 23 συνεισέλθη — pr. ἢ om. Η1, in marg. κᾶν add. H2 22 κἂν] καὶ M 23 alt. καὶ om. GO 26 αὐτὰ om. Α οὖν om. OA οἴη GA εἴη O θανάτους Α (Mang.): θάντον ceteri (Turn.))

v.6.p.212
ἑκουσίως ὑπομένειν τοὺς περὶ ταῦτα ὡσιωμένους, εἰ θεάσαιντο τὸν ἀνδριάντα εἰσκομιζόμενον; ἐμοὶ μὲν δοκοῦσι γενεὰς ὅλας αὐταῖς γυναιξὶ καὶ τέκνοις ἀποσφάξαντες ἐπὶ τοῖς τῶν οἰκείων πτώμασιν ἑαυτοὺς τελευταῖον καθιερεύσειν. ταῦτα μὲν Τιβέριος ἔγνω.