Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἀλλὰ τί μοι ξένους καλεῖν μάρτυρας ἔχοντι πολλοὺς τῶν οἰκειοτάτων σοι παραστῆσαι; Μάρκος Ἀγρίππας εὐθέως, ὁ πρὸς μητρός σου πάππος, ἐν Ἰουδαίᾳ γενόμενος, ἡνίκα Ἡρῴδης ὁ ἐμὸς πάππος ἐβασίλευε τῆς χώρας, ἀναβῆναι μὲν ἀπὸ θαλάττης εἰς τὴν μητρόπολιν ἐν μεσογείῳ κειμένην ἠξίωσε·

θεασάμενος δὲ τὸ ἱερὸν καὶ τὸν τῶν ἱερέων κόσμον καὶ τὴν τῶν ἐγχωρίων ἁγιστείαν, ἠγάσθη χρῆμα νομίσας ὑπέρσεμνόν τι καὶ παντὸς λόγου μεῖζον ἑωρακέναι, καὶ διήγημα οὐδὲν ἦν ἕτερον αὐτῷ πρὸς τοὺς συνόντας τότε τῶν ἑταίρων ἢ ὁ τοῦ νεὼ καὶ τῶν κατ’ αὐτὸν ἁπάντων ἔπαινος.

ὅσας γοῦν ἡμέρας διέτριψεν ἐν τῇ πόλει κατὰ χάριν τὴν πρὸς Ἡρῴδην, ἐφοίτησεν εἰς τὸ τέμενος τερπόμενος τῇ θέᾳ καὶ τῆς κατασκευῆς καὶ τῶν θυσιῶν καὶ τῆς περὶ τὰ ἱερουργούμενα λειτουργίας καὶ τάξεως καὶ τῆς περὶ τὸν ἀρχιερέα σεμνότητος, ὁπότε ἀσκηθείη τῇ ἱερᾷ στολῇ καὶ κατάρχοι τῶν ἱερῶν.

ἀναθήμασι δὲ κοσμήσας ὅσοις ἐξῆν τὸ ἱερὸν καὶ τοὺς οἰκήτορας εὐεργετήσας ὅσα μὴ βλάψει χαριζόμενος, Ἡρῴδην εὐφημήσας πολλὰ καὶ εὐφημηθεὶς μυρία, παρεπέμφθη μέχρι λιμένων, οὐχ ὑπὸ μιᾶς πόλεως, ἀλλ’ ὑπὸ τῆς χώρας ἁπάσης, φυλλοβολούμενός τε καὶ θαυμαζόμενος ἐπ’ εὐσεβείᾳ. τί δὲ ὁ ἕτερός σου πάππος Τιβέριος Καῖσαρ;