Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

καθάπερ γὰρ ἐν ταῖς συγγενείαις οἱ πρεσβύτατοι παῖδες τυγχάνουσι πρεσβείων, ὅτι πρῶτοι τὸ πατρὸς καὶ τὸ μητρὸς ὄνομα τοῖς γονεῦσιν ἐφήμισαν, τὸν αὐτὸν τρόπον, ἐπειδὴ τῶν ἀνατολικῶν πρώτη πόλις αὕτη σε προσεῖπεν αὐτοκράτορα, δικαία τυγχάνειν πλειόνων ἐστὶν ἀγαθῶν, εἰ δὲ μή, τῶν γοῦν ἴσων.

τοσαῦτα δικαιολογηθεὶς καὶ δεηθεὶς ἅμα περὶ τῆς πατρίδος εἶμι τὸ τελευταῖον ἐπὶ τὴν περὶ τοῦ ἱεροῦ δέησιν. τοῦτο, Γάιε δέσποτα, τὸ ἱερὸν χειρόκμητον οὐδεμίαν ἐξ ἀρχῆς μορφὴν παρεδέξατο διὰ τὸ ἕδος τοῦ ἀληθοῦς εἶναι θεοῦ· γραφέων μὲν γὰρ καὶ πλαστῶν ἔργα μιμήματα τῶν αἰσθητῶν θεῶν εἰσιν· τὸν δὲ ἀόρατον εἰκονογραφεῖν ἢ διαπλάττειν οὐχ

ὅσιον ἐνομίσθη τοῖς ἡμετέροις προγόνοις. Ἀγρίππας ἐτίμησε τὸ ἱερὸν ἐλθών, ὁ πάππος σου, καὶ ὁ Σεβαστὸς διὰ τοῦ κελεῦσαι τὰς πανταχόθεν ἀπαρχὰς ἐπιστολαῖς πέμπειν ἐκεῖσε καὶ διὰ τῆς ἐντελεχοῦς θυσίας·

καὶ ἡ προμάμμη σου * * * ὅθεν οὐδείς, οὐχ Ἕλλην, οὐ βάρβαρος, οὐ [*](2 ἀπετόλμησα Mang.: δ’ ἀπετόλμησα Α, ἂν ἐτόλμησα CGOMH (Turn.) 3 φορητότατον A (Mang.): ἀφορητότατον MH (Turn.), ἀφορτότατον CGO ἀζημίαν M 4 ὡφελιμωτάτην CAH: ὡφελιμώτατον GOM ἡγεμόνος CG: om. ceteri 5 πρώτως τως Α αὐτοκράτορ CMH: αὐτοκράτωρ GOA αὐτοκράτορ (-ωρ GO) CGO: ἠγγέλη σου αὐτοκράτορ ΜΗ, ἠγγέλθης αὐτοκράτωρ (σου om.) Α 6 ἱεροπόλεως] ἱερᾶς πόλεως Α 7 τῆς ante προνομίας add. MAH (v) τυγχάνειν om. H παρὸ] περὶ M 8 γὰρ om. G 8. 9 τυγχάνουσι πρεσβείων] διπλάσια τυγχάνουσιν D 9 πρῶτοι om. A alt. τὸ CG (Turn.): om. ceteri (Mang.) 9. 10 ἐφήμησαν L; ἐπεφήμισαν coni. Maug. 10 πρώτη πόλις αὕτη] πόλεων αὕτη πρώτη Α σε] γε 11 αὐτοκράτορ M πλείονα Ο 12 ἴσως GM ἅμα om. H 13 τὸ C: κ om. ceteri περὶ add. Mang.: om. codd. (v) 14 χειρόμηκτον C, χειρόμηκτον μορφὴν add. Η2. om. Η1 15 ἕδος τοῦ ἀληθοῦς Cohn: ἕδος CGO, τοῦ τοῦ ἀληθοῦς MH, τοῦτο ἀληθὲς Α πλαστῶν Mang.: πλασμάτων codd. (v) 16 εἰσιν CH: εἰσὶ GOMA; ἐστιν coni. Cohn δ’ Α 18 σου Turn. (v): οὗ Ο, μου ceteri τοῦ] τὸ Α 18. 19 πανταχόθεν (ἁ vel ἁ eras.) M 19 ἐπιστολαῖς] vel post κελεῦσαι (18) transp. vel ἀποστολαῖς coni. Mang. καὶ om. Α ἐντελεχοῦς CGMH (Turn.): ἐνδελεχοῦς OA (Mang.) 20 post σου deesse quaedam, ubi Liviae in templo ornando magnificentia (cf. 213, 22) praeter alia enarrabatur, recte vidit Maug.) [*](4. 5 DR fol. 114r ἐκ τῆς αὐτῆς (post locum ad p. 14—16 adlatum) Anton. Mel. II 1 Col. 1004 Φίλωνος: τί ἂν γένοιτο εὐμενείας ἡγεμόνος (βασιλέως Anton.) ὑπηκόοις ἄμεινον; 8—10 D K foL 237v ἐκ τῆς πρὸς Γάιον πρεσβείας: ἐν ταῖς συγγενείαις — ἐφήμισαν.)

v.6.p.209
σατράπης, οὐ βασιλεύς, οὐκ ἐχθρὸς ἄσπονδος, οὐ στάσις, οὐ πόλεμος, οὐχ ἅλωσις, οὐ πόρθησις, οὐκ ἄλλο τι τῶν ὄντων οὐδὲν ἐνεωτέρισέ ποτε οὕτως εἰς τὸν νεών, ὡς ἄγαλμα ἢ ξόανον ἤ τι τῶν χειροκμήτων ἱδρύσασθαι.

καὶ γὰρ εἰ τοῖς οἰκήτορσι τῆς χώρας ἀπήχθοντο δυσμενεῖς ὄντες, ἀλλ’ αἰδώς γέ τις ἢ φόβος εἰσῄει παραλῦσαί τι τῶν ἐξ ἀρχῆς νενομισμένων ἐπὶ τιμῇ τοῦ ποιητοῦ τῶν ὅλων καὶ πατρός· ᾔδεσαν γὰρ ἐκ τούτων καὶ τῶν ὁμοιοτρόπων τὰς τῶν θεηλάτων κακῶν φυομένας ἀνηκέστους συμφοράς. ἧς χάριν αἰτίας ἀσεβὲς σπέρμα σπείρειν εὐλαβοῦντο δεδιότες, μὴ θερίζειν ἀναγκασθῶσι τοὺς ἐπ’ ὀλέθρῳ παντελεῖ καρπούς.

ἀλλὰ τί μοι ξένους καλεῖν μάρτυρας ἔχοντι πολλοὺς τῶν οἰκειοτάτων σοι παραστῆσαι; Μάρκος Ἀγρίππας εὐθέως, ὁ πρὸς μητρός σου πάππος, ἐν Ἰουδαίᾳ γενόμενος, ἡνίκα Ἡρῴδης ὁ ἐμὸς πάππος ἐβασίλευε τῆς χώρας, ἀναβῆναι μὲν ἀπὸ θαλάττης εἰς τὴν μητρόπολιν ἐν μεσογείῳ κειμένην ἠξίωσε·

θεασάμενος δὲ τὸ ἱερὸν καὶ τὸν τῶν ἱερέων κόσμον καὶ τὴν τῶν ἐγχωρίων ἁγιστείαν, ἠγάσθη χρῆμα νομίσας ὑπέρσεμνόν τι καὶ παντὸς λόγου μεῖζον ἑωρακέναι, καὶ διήγημα οὐδὲν ἦν ἕτερον αὐτῷ πρὸς τοὺς συνόντας τότε τῶν ἑταίρων ἢ ὁ τοῦ νεὼ καὶ τῶν κατ’ αὐτὸν ἁπάντων ἔπαινος.

ὅσας γοῦν ἡμέρας διέτριψεν ἐν τῇ πόλει κατὰ χάριν τὴν πρὸς Ἡρῴδην, ἐφοίτησεν εἰς τὸ τέμενος τερπόμενος τῇ θέᾳ καὶ τῆς κατασκευῆς καὶ τῶν θυσιῶν καὶ τῆς περὶ τὰ ἱερουργούμενα λειτουργίας καὶ τάξεως καὶ τῆς περὶ τὸν ἀρχιερέα σεμνότητος, ὁπότε ἀσκηθείη τῇ ἱερᾷ στολῇ καὶ κατάρχοι τῶν ἱερῶν.

ἀναθήμασι δὲ κοσμήσας ὅσοις ἐξῆν τὸ ἱερὸν καὶ τοὺς οἰκήτορας εὐεργετήσας ὅσα μὴ βλάψει χαριζόμενος, Ἡρῴδην εὐφημήσας πολλὰ καὶ εὐφημηθεὶς μυρία, παρεπέμφθη μέχρι λιμένων, οὐχ ὑπὸ μιᾶς πόλεως, ἀλλ’ ὑπὸ τῆς χώρας ἁπάσης, φυλλοβολούμενός τε καὶ θαυμαζόμενος ἐπ’ εὐσεβείᾳ. τί δὲ ὁ ἕτερός σου πάππος Τιβέριος Καῖσαρ;