Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
πάλιν δὲ ὑπενεχθεὶς εἰς ὕπνον ἠρέμει τῆς προτέρας ὑγιεινοτέρᾳ καταστάσει χρώμενος, ὡς ἐνῆν ἔκ τε τῆς ἀναπνοῆς καὶ ἐκ τῆς περὶ τὸ σῶμα σχέσεως τεκμήρασθαι. περιαναστὰς δὲ ὕστερον ἐπυνθάνετο· „ποῦ τὰ νῦν εἰμι;
μήτι παρὰ Γαΐῳ; μὴ καὶ αὐτὸς πάρεστιν ὁ δεσπότης;“ ἀποκριναμένων δέ· „θάρρει, παρὰ σαυτῷ διατρίβεις, Γάιος οὐ πάρεστιν·
ἱκανῶς ἠρέμησας ὑπενεχθεὶς εἰς ὕπνον· ἀλλ’ ἐπιστραφεὶς καὶ μετεωρίσας σαυτὸν τὸν ἀγκῶνα πῆξον, γνώρισον τοὺς παρόντας· ἴδιοι πάντες εἰσί, φίλων καὶ ἀπελευθέρων καὶ οἰκετῶν οἱ μάλιστα τιμῶντες καὶ ἀντιτιμώμενοι“ —
ὁ δὲ — νήφειν γὰρ ἤρχετο — καθεώρα τὸ παρ’ ἑκάστῳ συμπαθές· καὶ κελευσάντων τοὺς πολλοὺς μεταστῆναι τῶν ἰατρῶν, ἵνα δι’ ἀλειμμάτων καὶ τροφῆς καιρίου τὸ σωμάτιον ἀνακτήσωνται, „πάνυ γὰρ“ εἶπε „φροντιστέον ὑμῖν ἐπιμελεστέρας τῆς εἰς ἐμὲ διαίτης;
οὐ γὰρ ἐξαρκεῖ μοι τῷ βαρυδαίμονι λιμὸν ἀκέσασθαι διὰ ψιλῆς καὶ εἰς εὐτέλειαν ἀπηκριβωμένης τῆς τῶν ἀναγκαίων χρήσεως; οὐδ’ αὐτὰ δὴ ταῦτα προσηκάμην ἄν, εἰ μὴ ἕνεκα τελευταίας βοηθείας, ἣν ὀνειροπολεῖ μου ἡ διάνοια τῷ ταλαιπώρῳ ἔθνει παρασχεῖν.“
καὶ ὁ μὲν δεδακρυμένος καὶ ἀναγκοφαγῶν δίχα προσοψήματος οὐδὲ κράματος προσενεχθέντος ἠνέσχετο, ἀλλ’ ὕδατος ἀπογευσάμενος „ἐπέχει μὲν“ εἶπεν „ἡ τάλαινα γαστὴρ ὃ ἀπῄτει δάνειον· ἐμοὶ δὲ τί προσήκει ποιεῖν ἢ δεῖσθαι Γαΐου περὶ τῶν [*](1 τἀναντίον (sic) M δὲ CGOH: δ’ A, γάρ M 2 πιεσθεὶς] βαπτισθεὶς coni. Matthaei 3 οὐδέν’ coni. Mang. ἐγνώριζεν L ὄντων] συνόντων vel παρόντων coni. Mang. μικρὸν ὅσον CGOA: ὅσον μικρὸν Η, μικρόν ss. M 4 βεβαρημένους GOAH: βεβαρημένος C, βεβαρυμένος M 5 ἀχλυώδεσι CGOH: ἀχλυώδεσιν L, ἀχμώδεσι M, αὐχμώδεσι Α ὄψεσιν L 6 ὁ ante μήπω add. G ἐπ’] εἰς τὸ Α δέ CGO δ’ δ’ ceteri 7 ὑπαχθεὶς Α ὑγιεινοτέρα CMH: ὑγιαινοτέρα GOA (v) 9 δὲ CGO: δ’ ceteri εἰμι MAH: ἥμην CGO 10 μήτι παρά γαΐω CGO: om. ceteri 11 παρὰ] περὶ M 11. 12 ἠρεμίσας 12 ὑπενεχθεὶς supplevit coll. lin. 7 (vel ἐξ ὕπνου coni.) Mang.: om. codd. (v) εἰς ὕπνον ἀλλ’ MAH (ἀλλ’ om. Turn.): ἀλλ’ εἰς ὕπνον GGO καὶ om. Turn. μετεωρήσας C σαυτὸν CGOMA (σεαυτὸν Mang.): αὑτὸν Η (Turn.) 13 εἰσίν 15 παρ’ OMAH (Mang.): περὶ CG (Turn.) κελεύει Α διὰ λειμμάτων Ο 17 ἀνακτήσωνται CGOMH (Turn.): ἀνακτήσηται Α (Mang.) 17. 18 φορτιστέον G 20 οὐδ’ om. CGO (Turn.) δὴ Α (Mang.): δὲ ceteri (Turn.) προσήκαμεν H 21. 22 ταλαιπώρῳ] τἄλλα (τ᾿ ἄλλα G, τάλα Ο) εἰπὼν CGO 22 ἀναγωφαγὼν M 23 κράμματος OL ἠνέχετο Turn. ἀλλὰ Α 24 ἐπέχει Α: ἀπέχει ceteri (v) ; ἔχει coni. Cohn 25 περὶ] ὑπέρ Α)
ἐνεστώτων;“ καὶ δέλτον λαβὼν ταῦτα ἐπιστέλλει· "τὴν μὲν κατ’ ὄψιν ἔντευξιν, ὦ δέσποτα, φόβος με καὶ αἰδὼς ἀφείλαντο, ὁ μὲν ἀπειλὴν ἐκτρεπόμενος, ἡ δὲ τῷ μεγέθει τοῦ περὶ σὲ ἀξιώματος καταπλήττουσα·
γραφὴ δὲ μηνύσει μου τὴν δέησιν, ἣν ἀνθ’ ἱκετηρίας προτείνω. πᾶσιν ἀνθρώποις, αὐτοκράτορ, ἐμπέφυκεν ἔρως μὲν τῆς πατρίδος, τῶν δὲ οἰκείων νόμων ἀποδοχή· καὶ περὶ τούτων οὐδεμιᾶς ἐστί σοι χρεία διδασκαλίας, ἐκθύμως μὲν στέργοντι τὴν πατρίδα, ἐκθύμως δὲ τὰ πάτρια τιμῶντι.
καλὰ δὲ ἑκάστοις, εἰ καὶ μὴ πρὸς ἀλήθειάν ἐστι, διαφαίνεται τὰ οἰκεῖα· κρίνουσι γὰρ αὐτὰ οὐ λογισμῷ μᾶλλον ἢ τῷ τῆς εὐνοίας πάθει. γεγέννημαι μέν, ὡς οἶδας, Ἰουδαῖος· ἔστι δέ μοι Ἱεροσόλυμα πατρίς, ἐν ᾗ ὁ τοῦ ὑψίστου θεοῦ νεὼς ἅγιος ἵδρυται· πάππων δὲ καὶ προγόνων βασιλέων ἔλαχον, ὧν οἱ πλείους ἐλέγοντο ἀρχιερεῖς, τὴν βασιλείαν τῆς ἱερωσύνης ἐν δευτέρᾳ τάξει τιθέμενοι καὶ νομίζοντες, ὅσῳ θεὸς ἀνθρώπων διαφέρει κατὰ τὸ κρεῖττον, τοσούτῳ καὶ βασιλείας ἀρχιερωσύνην· τὴν μὲν γὰρ εἶναι θεοῦ θεραπείαν, τὴν δὲ ἐπιμέλειαν ἀνθρώπων.
ἔθνει δὴ τοιούτῳ προσκεκληρωμένος καὶ πατρίδι καὶ ἱερῷ δέομαι ὑπὲρ ἁπάντων· τοῦ μὲν ἔθνους, ἵνα μὴ τὴν ἐναντίαν δόξαν ἐνέγκηται τῆς ἀληθείας, εὐσεβέστατα καὶ ὁσιώτατα διακείμενον ἐξ ἀρχῆς πρὸς ἅπαντα τὸν ὑμέτερον οἶκον·
ἐν οἷς γὰρ ἐφεῖται καὶ ἔξεστι μετὰ νόμων εὐσεβεῖν, οὐδενὸς οὔτε τῶν Ἀσιανῶν οὔτε τῶν ἐν Εὐρώπῃ λείπεται τὸ παράπαν, εὐχαῖς, ἀναθημάτων κατασκευαῖς, πλήθει θυσιῶν, οὐ μόνον ἐν ταῖς κατὰ τὰς δημοτελεῖς ἑορτὰς ἀναγομέναις, ἀλλὰ καὶ ἐν ταῖς καθ’ ἑκάστην ἡμέραν ἐντελεχέσιν· ἐξ ὧν οὐ στόματι καὶ γλώσσῃ μηνύουσι τὸ εὐσεβὲς μᾶλλον ἢ ψυχῆς ἀφανοῦς βουλεύμασιν οἱ μὴ λέγοντες, ὅτι φιλοκαίσαρές εἰσιν, ἀλλ’ ὄντες ὄντως.
περὶ δὲ τῆς [*](1 ταῦτα CGO: ταῦτ’ ceteri 2 με CGOA: μου MH ἀφείλαντο CGH: ἀφείλοντο OA (v), ἀφείλετο M 3 ἐκτρεπόμενον CGO 4 ἱκετηρίαν G 5 αὐτοκράτωρ G ἐμπέφυκεν CGOH: ἑμπέφυκε Α, ἐκπέφυκ,εν M μὲν ἔρως trausp. Α τῆς om. M δὲ] τε coni. Mang. 6 σοι] μοι Α 7 τά C: om. ceteri 8 δ’ AH ἐστι GOH: ἐστιν CM, εἰσι A κρίνουσιν CGO (ν) γὰρ om. CGO 9. 10 τῆς εὐνοίας πάθει] μεγέθει τῆς εὐνοίας Α 10 γεγένημαι L (Richt. Tauchn.) ἔστιν C 12 ἐλέγοντο] ἐγένοντο coni. Matthaei 13 ἱεροσύνης ML 14 γὰρ ante θεὸς add. Α τοσούτου Η 14. 15 ἀρχιερωσύνην Turn. (v): ἀρχιερωσύνη (ἀρχιεροσύνη L) codd. ἱερῶ CGO: ἱερωσύνη MAH, ἱεροσύνη L 18 G, ἐνέκειται L; ἐξενέγκηται v ταῖς ἀληθείαις coni. Mang. εὐσεβεστάτου καὶ ὁσιωτάτου διακειμένου Α 19 ἡμέτερον M ἐφίεται coni. Mang. 20 οὐδὲν A 23 ἐντελεχέσιν CG: ἐντελεχέσιν M, ἐνδελεχέσιν OH (mavult Mang.), ἐντελεχείαις Α 24 βουλεύμασιν CGO: βουλήμασιν ceteri 25 ὄντες om. L ὄντως ὄντες transp. Α) [*](4—6 D K fol. 241r Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: πᾶσιν ἀνθρώποις ἔρως τῆς πατρίδος καὶ τῶν οἰκείων νόμων ἀποδοχή.)
καὶ οὐ μόνον αἱ ἤπειροι μεσταὶ τῶν Ἰουδαϊκῶν ἀποικιῶν εἰσιν, ἀλλὰ καὶ νήσων αἱ δοκιμώταται, Εὔβοια, Κύπρος, Κρήτη. καὶ σιωπῶ τὰς πέραν Εὐφράτου· πᾶσαι γὰρ ἔξω μέρους βραχέος, Βαβυλὼν καὶ τῶν ἄλλων σατραπειῶν αἱ ἀρετῶσαν ἔχουσαι τὴν ἐκ κύκλῳ γῆν Ἰουδαίους ἔχουσιν οἰκήτορας.