Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

πάλιν δὲ ὑπενεχθεὶς εἰς ὕπνον ἠρέμει τῆς προτέρας ὑγιεινοτέρᾳ καταστάσει χρώμενος, ὡς ἐνῆν ἔκ τε τῆς ἀναπνοῆς καὶ ἐκ τῆς περὶ τὸ σῶμα σχέσεως τεκμήρασθαι. περιαναστὰς δὲ ὕστερον ἐπυνθάνετο· „ποῦ τὰ νῦν εἰμι;

μήτι παρὰ Γαΐῳ; μὴ καὶ αὐτὸς πάρεστιν ὁ δεσπότης;“ ἀποκριναμένων δέ· „θάρρει, παρὰ σαυτῷ διατρίβεις, Γάιος οὐ πάρεστιν·

ἱκανῶς ἠρέμησας ὑπενεχθεὶς εἰς ὕπνον· ἀλλ’ ἐπιστραφεὶς καὶ μετεωρίσας σαυτὸν τὸν ἀγκῶνα πῆξον, γνώρισον τοὺς παρόντας· ἴδιοι πάντες εἰσί, φίλων καὶ ἀπελευθέρων καὶ οἰκετῶν οἱ μάλιστα τιμῶντες καὶ ἀντιτιμώμενοι“ —

ὁ δὲ — νήφειν γὰρ ἤρχετο — καθεώρα τὸ παρ’ ἑκάστῳ συμπαθές· καὶ κελευσάντων τοὺς πολλοὺς μεταστῆναι τῶν ἰατρῶν, ἵνα δι’ ἀλειμμάτων καὶ τροφῆς καιρίου τὸ σωμάτιον ἀνακτήσωνται, „πάνυ γὰρ“ εἶπε „φροντιστέον ὑμῖν ἐπιμελεστέρας τῆς εἰς ἐμὲ διαίτης;