Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ὡς δὲ συνόλως οὐδὲν εὕρισκεν, ἐτόπασεν, ὅπερ ἦν εἰκός, ἑτέροις τισὶ πικραίνεσθαι. πάλιν δὲ ὅτε ὑποβλεπόμενον εἶδε καὶ τετακότα τὰς ὄψεις πρὸς μηδένα τῶν παρόντων ἢ μόνον ἐπ’ αὐτόν, ἐδεδίει καὶ πολλάκις ἐρέσθαι διανοηθεὶς ἐπέσχε, τοιοῦτον λαμβάνων λογισμόν· "ἴσως τὴν ἀπειλὴν πρὸς ἑτέρους οὖσαν αὐτὸς ἕλξω περιεργίας ὁμοῦ καὶ προπετείας καὶ θράσους ὑπόληψιν ἐξενεγκάμενος.“

ἐπτοημένον δ’ οὖν καὶ ἀποροῦντα θεασάμενος αὐτὸν Γάιος — ἦν γὰρ δεινὸς ἐκ τῆς φανερᾶς ὄψεως ἀφανὲς ἀνθρώπου βούλημα καὶ πάθος συνιδεῖν — „ἀπορεῖς“, εἶπεν "Ἀγρίππα; παύσω σε τῆς ἀπορίας.

ἐπὶ τοσοῦτόν μοι χρόνον συνδιατρίψας ἠγνόησας, ὅτι οὐ τῇ φωνῇ μόνον ἀλλὰ καὶ τοῖς ὄμμασι φθέγγομαι μᾶλλον ἢ οὐχ ἧττον ἕκαστα διασημαίνων;

οἱ καλοί σου καὶ ἀγαθοὶ πολῖται, παρ’ οἷς μόνοις ἐξ ἅπαντος ἀνθρώπων γένους θεὸς οὐ νομίζεται Γάιος, ἤδη μοι δοκοῦσι καὶ θανατᾶν ἀφηνιάζοντες· ἐμοῦ κελεύσαντος ἐν τῷ ἱερῷ Διὸς ἀνδριάντα ἀνατεθῆναι, πανδημεὶ συνταξάμενοι τῆς πόλεως καὶ τῆς χώρας ὑπεξῆλθον, πρόφασιν ἱκετεύσοντες, τὸ δ’ ἀληθὲς ἐναντία τοῖς προστεταγμένοις ἐργασόμενοι.“

μέλλοντος δὲ προσεπιφέρειν ἕτερα, ὑπ’ ἀγωνίας παντοδαπὰς χρόας ἐνήλλαττεν ἐν ταὐτῷ γινόμενος αἱμωπός, ὠχρός, πελιδνός.

ἤδη δὲ καὶ ἀπὸ κεφαλῆς ἄκρας ἄχρι ποδῶν φρίκῃ κατέσχητο, τρόμος τε καὶ σεισμὸς πάντα αὐτοῦ τὰ μέρη καὶ τὰ μέλη συνεκύκα, χαλωμένων τε καὶ ἀνιεμένων τῶν σωματικῶν τόνων περὶ ἑαυτῷ κατέρρει καὶ τὰ τελευταῖα παρεθεὶς μικροῦ κατέπεσεν, εἰ μὴ τῶν παρεστώτων τινὲς ὑπέλαβον αὐτόν· καὶ κελευσθέντες φοράδην οἴκαδε κομίζουσιν οὐδενὸς συναισθανόμενον ὑπὸ κάρου τῶν ἀθρόων κατασκηψάντων κακῶν.

ὁ μὲν οὖν Γάιος ἔτι μᾶλλον ἐξετραχύνθη τὸ κατὰ τοῦ ἔθνους μῖσος ἐπιτείνων· „εἰ γὰρ Ἀγρίππας“ ἔφασκεν „ὁ συνηθέστατος καὶ φίλτατος καὶ τοσαύταις ἐνδεδεμένος εὐεργεσίαις ἥττηται τῶν ἐθῶν, ὡς μηδὲ ἀκοὴν ἀνέχεσθαι τὴν κατ’ αὐτῶν, ἀλλ’ ὑπ’ ἐκλύσεως μικροῦ καὶ τελευτῆσαι, τί χρὴ περὶ τῶν ἄλλων προσδοκᾶν, οἷς μηδεμία [*](1 ὡς ante ὅπερ add. M εἰκὸς ἣν transp. A 2 τισὶν L δὲ CGO: δ’ ceteri ὅτε scripsi: ὅταν codd. (v) 2. 3 τεταρακότα (sic) A 4 τὸν ante λογισμόν add. A (Mang.) 5 περιεργασίας Ο, περιεργείας Η 6 δ’ οὑν] γοῦν Α (coni. Mang.) 7 ὁ ante Γάιος add. L 8 βούλευμα coni. Mang. 10 ἐνδιατρίψας M μόνη A ὄμμασιν L 11 καὶ om. L 12 μόνος MH 13 θάνατον G 15 χώρας καὶ τῆς πόλεως transp. A 16 δ’] δέ GO προτεταγμένοις M ἐργάσασθαι Ο, ἐργασάμενοι M 17 ἐνήλλαττεν coni. Dahl 18. 19 ἄκρας μέχρι] ἄχρις coni. Jessen 19 ἄχρι Η (cf. V 228, 11): μέχρι ceteri (v) 20 καὶ τὰ μέλη om. C, μέλη καὶ τά μέρη transp. Ο συνεκύκα MAH: συνεκύκων CGO 21 τόμων M ἑ ἑαυτῶ CGOMH (Turn.): αὐτὸν A; ἑαυτὸν Mang. παρειθεὶς C, παρειθεὶς G 23 συναισθόμενον GA 24 ἀθρόων G: ἀθρόως Ο, ἀθρόον ceteri (v) 26 ἐνδεδεγμένος L εὐεργεσίαις] ἐργασίαις A 27 ἐθνῶν A, alt. ν exp. L μηδὲ CGO: μηδ’ ceteri ἐνέχεσθαι ML τὴν] τῶν Turn. αὐτὸν Turu.)

v.6.p.205
πρόσεστιν ὁλκὸς δύναμις εἰς τοὐναντίον;“

ὁ δὲ Ἀγρίππας τὴν μὲν πρώτην ἡμέραν καὶ τὸ πλεῖστον μέρος τῆς ὑστεραίας ὑπὸ κάρου πιεσθεὶς βαθέος οὐδὲν ἐγνώριζε τῶν ὄντων, περὶ δὲ δείλην ἑσπέραν μικρὸν ὅσον τὴν κεφαλὴν ἐπάρας καὶ βεβαρημένους τοὺς ὀφθαλμοὺς ἐπὶ βραχὺ μόλις διοίξας ἀμαυραῖς καὶ ἀχλυώδεσι ταῖς ὄψεσι τοὺς ἐν κύκλῳ παρεθεᾶτο, μήπω γνωρίζειν δυνάμενος ἐπ’ ἀκριβὲς τὰς ἑκάστων ἰδέας.

πάλιν δὲ ὑπενεχθεὶς εἰς ὕπνον ἠρέμει τῆς προτέρας ὑγιεινοτέρᾳ καταστάσει χρώμενος, ὡς ἐνῆν ἔκ τε τῆς ἀναπνοῆς καὶ ἐκ τῆς περὶ τὸ σῶμα σχέσεως τεκμήρασθαι. περιαναστὰς δὲ ὕστερον ἐπυνθάνετο· „ποῦ τὰ νῦν εἰμι;