Legatio Ad Gaium
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.
ἐὰν δὲ μὴ πείσωμεν, τί λοιπὸν ἐμποδών ἐστιν [ἢ] ταῦτα ἃ καὶ νῦν διανοῇ πράττειν; ἕως οὐ πεπρεσβεύμεθα, μὴ ἀποκόψῃς τὰς ἀμείνους ἐλπίδας μυριάδων τοσούτων, αἷς οὐχ ὑπὲρ κέρδους ἀλλ’ ὑπὲρ εὐσεβείας ἐστὶν ἡ σπουδή. καίτοι γε ἡμάρτομεν τοῦτο εἰπόντες· τί γὰρ ἂν εἴη κέρδος λυσιτελέστερον ὁσιότητος ἀνθρώποις;“
Ταῦτα δὲ διεξῄεσαν ὑπ’ ἀγωνίας καὶ περιπαθήσεως ἄσθματι πολλῷ, κεκομμένῳ τῷ πνεύματι, ῥεόμενοι κατὰ τῶν μελῶν ἁπάντων ἱδρῶτι, μετὰ φορᾶς ἀπαύστων δακρύων, ὡς ἤδη συναλγεῖν τοὺς ἀκούοντας καὶ τὸν Πετρώνιον — ἦν γὰρ καὶ τὴν φύσιν εὐμενὴς καὶ ἥμερος — ὑπὸ τῶν λεχθέντων καὶ ὁρωμένων συνηρπάσθαι· ἐδόκει γὰρ αὐτῷ καὶ τὰ λεγόμενα εἶναι δικαιότατα καὶ οἰκτρά τις ἡ τῶν ὁρωμένων περιπάθησις.
ἐπεξαναστὰς δὲ μετὰ τῶν συνέδρων ἐβουλεύετο τὰ πρακτέα καὶ ἑώρα τοὺς μὲν πρὸ μικροῦ παντάπασιν ἐναντιουμένους ἐπαμφοτερίζοντας, τοὺς δὲ ἐνδοιαστὰς ἐπιρρέποντας ἤδη τῷ πλείονι μέρει πρὸς ἔλεον· ἐφ’ οἷς [*](1 φυσικαὶ Η1, corr. Η2 μεταβάλλοντος L μερῶν AH2: τῶν μερῶν CGOH1, τῶν ἡμερῶν M 2 ποιησόμεθα CGOMAH: ποιησώμεθα L (v) δικαιοτάτην CA: δικαιότατον GOMH 3 κελευθέντα G ἀλλὰ GO ἀναχώσειν (sic) C, ἀναχωρήσειν G 4. 5 ἵνα — που om. H1, in marg. add. H2 4 ἑλόμενοι] ε μενοι (inter ἑ et μ spatium 4 — 5 litt.) M 5 που πρεσβευσάμενοι] παραπρεσβευσάμενοι M πρεσβευσάμενοι 1 πρεσβευόμενοι H2, πρεσβευσόμενοι L πῶς CG 6 τοῦ] τὰ G 8 6 om. Turn. 9 ταῦτ’ A 10 γνῶμαι] ψυχαὶ A 11 κάμνουσιν C 12 ἀκρίτως AD ἐὰν CGO: ἂν ceteri (v) πείσωμεν] ποιήσωμεν Turn. 13 ἔμποδόν G ἡ seclusi οὐ] οὗ GOA 14 πρεσβευόμεθα Α 18 δὲ om. A διεξίεδαν Ο περιποθήσεως Τurn. ἄσθαματι (sic) M 19 κεκομμένῳ GA (Mang.): κεκομμένοι COMH (Turn.) τὸ πνεῦμα C γὰρ ante κατὰ add. H (v) τῶν om. Turn. 21 ἦν C: ἔστι ceteri (v) 22 συνηρπάσθη M 24 δὲ CGO: οὑν A. om. MH 26 δὲ CGO: δ’ MAH (v) ἐνδοιαστὰς] ἐνδικαστὰς L; ἐν δικασταῖς Turn. ἐπιρρέποντας] ἐπηρεάζοντας Α) [*](12 DK fol. 158v Φίλωνος ἐκ τῆς πρὸς Γάιον πρεσβείας: ἀκρίτως καὶ καταγνωσθῆναι χαλεπόν.)
ἀλλ’ εἶχέ τινα καὶ αὐτός, ὡς ἔοικεν, ἐναύσματα τῆς Ἰουδαϊκῆς φιλοσοφίας ἅμα καὶ εὐσεβείας, εἴτε καὶ πάλαι προμαθὼν ἕνεκα τῆς περὶ παιδείαν σπουδῆς εἴτε καὶ ἀφ’ οὗ τῶν χώρων ἐπετρόπευσεν, ἐν οἷς Ἰουδαῖοι καθ’ ἑκάστην πόλιν εἰσὶ παμπληθεῖς, Ἀσίας τε καὶ Συρίας, εἴτε καὶ τὴν ψυχὴν οὕτω διατεθεὶς αὐτηκόῳ καὶ αὐτοκελεύστῳ καὶ αὐτομαθεῖ τινι πρὸς τὰ σπουδῆς ἄξια φύσει. τοῖς δὲ ἀγαθοῖς ἀγαθὰς ὑπηχεῖν ἔοικε γνώμας ὁ θεός, δι’ ὧν ὠφελοῦντες ὠφεληθήσονται· ὅπερ κἀκείνῳ συνέβη. τίνες οὖν ἦσαν αἱ γνῶμαι;