Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

Γαΐῳ παραλαβόντι τὴν ἡγεμονίαν πρῶτοι τῶν κατὰ Συρίαν ἁπάντων ἡμεῖς συνήσθημεν, Οὐιτελλίου τότε, παρ’ οὗ διεδέξω τὴν ἐπιτροπήν, ἐν τῇ πόλει διατρίβοντος, ᾧ τὰ περὶ τούτων ἐκομίσθη γράμματα, καὶ ἀπὸ τῆς ἡμετέρας πόλεως εὐαγγελιουμένη πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη.

πρῶτον τὸ ἡμέτερον ἱερὸν ἐδέξατο τὰς ὑπὲρ τῆς ἀρχῆς Γαΐου θυσίας, ἵνα πρῶτον ἢ καὶ μόνον ἀφαιρεθῇ τῆς θρησκείας τὸ πάτριον; ἐξιστάμεθα τῶν πόλεων, παραχωροῦμεν τῶν οἰκιῶν καὶ κτημάτων, ἔπιπλα καὶ χρήματα καὶ κειμήλια καὶ τὴν ἄλλην ἅπασαν λείαν εἰσοίσομεν ἑκόντες· λαμβάνειν, οὐ διδόναι, ταῦτα νομιοῦμεν.

ἓν ἀντὶ πάντων αἰτούμεθα, μηδὲν ἐν τῷ ἱερῷ γενέσθαι νεώτερον, ἀλλὰ φυλαχθῆναι τοιοῦτον, οἷον παρὰ τῶν πάππων καὶ προγόνων παρελάβομεν. εἰ δὲ μὴ πείθομεν, παραδίδομεν ἑαυτοὺς εἰς ἀπώλειαν, ἵνα μὴ ζῶντες ἐπίδωμεν θανάτου χεῖρον κακόν. πυνθανόμεθα πεζὰς καὶ ἱππικὰς δυνάμεις εὐτρεπίσθαι [*](1 κελευθεῖσαι G 2 προπίπτουσιν G, πίπτουσιν Α τοὔδαφος Α 3 ἐγγύτερον H 4 καταχεόμενοι AH (Mang.) 5 περιαγαγόντες om. A ἐξηγκονισμένων H 6 εἶθ᾿ Α τοιάδ’ A μέν ἐσμεν scripsi: μέν codd.; ἐσμεν ν 7 παραγινομένους A 8 ἀποστρόφαμεν G, ἀπεστρώφαμεν M, ἀπεστράφημεν Α μηδὲ Η1, corr. 2 9 αὑτῶν A: αὐτῶν ceteri (v) 10 βολάς CGH2L (Mang.): βουλάς GMH1 (Turn.), υ eras.O γενεὰς] συγγενείας coni. Mang. 11 προσεπέσομεν Cohn: προσπεσούμεθα codd. (v) 12 περισώσηται CO ἢ om. H1, add. H2, ἡ M πάντας om. H διαφθείρηται CGO 15 πρώτω G 16 οὐϊτελίου O, ἰουτελίου A 17. 18 ἡμετέρας om. Α 18 πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη CGO : ἔδραμεν ἡ φ. πρὸς τὰς ἄλλας ceteri πρῶτον] πρὸ ι τερον O 19 ἱερὸν om Η1, ss. Η2 20 θρησκείας CGO: θυσίας ceteri 21 οἰκειῶν A χρήματα Mang.: κτήματα codd. (v): καὶ κτήματα sechisit Dahl 22 λείαν] χρείω coni. Matthaei εἰσοίσωμεν CG 23 ἑνὸς L μηδὲ H1, corr. H2 24 περὶ M 25 προγόνων] προπάππων A πείθωμεν C, πείθοιμεν A 25. 26 παραδίδωμεν C, παραδιδόαμεν A (Mang.) 26 αὑτοὺς A μὴ ζῶντες] μείζοντες G θάνατον G, θανάτων A χείρω κάκα A καὶ ἱππικὰς δυνάμεις CG: 6. καὶ ἱππικὰς ceteri εὐτρεπεῖσθαι G, ηὐτρεπίσθαι C (v), ἠύ corr. ex εὑ H2)

v.6.p.199
καθ’ ἡμῶν, εἰ πρὸς τὴν ἀνάθεσιν ἀντιβαίημεν. οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι δεσπότῃ· παρέχομεν ἐν ἑτοίμῳ τὰς σφαγὰς ἄσμενοι, κτεινέτωσαν, ἱερευέτωσαν, κρεανομείτωσαν ἀμαχεὶ καὶ ἀναιμωτί, πάντα ὅσα κεκρατηκότων ἔργα δράτωσαν. τίς δὲ χρεία στρατιᾶς;

αὐτοὶ κατάρξομεν τῶν θυμάτων οἱ καλοὶ ἱερεῖς, παραστησόμενοι τῷ ἱερῷ γυναῖκας οἱ γυναικοκτόνοι, ἀδελφοὺς καὶ ἀδελφὰς οἱ ἀδελφοκτόνοι, κούρους καὶ κόρας, τὴν ἄκακον ἡλικίαν, οἱ παιδοφόνται· τραγικῶν γὰρ ὀνομάτων δεῖ τοῖς τὰς τραγικὰς συμφορὰς ὑπομένουσιν.

εἶτ’ ἐν μέσοις στάντες καὶ λουσάμενοι τῷ συγγενικῷ αἵματι — τοιαῦτα γὰρ τὰ λουτρὰ τοῖς εἰς ᾅδου φαιδρυνομένοις — ἀνακερασόμεθα τὸ ἴδιον ἐπικατασφάξαντες αὑτούς.

ἀποθανόντων τὸ ἐπίταγμα γενέσθω· μέμψαιτ’ ἂν οὐδὲ θεὸς ἡμᾶς ἀμφοτέρων στοχαζομένους, καὶ τῆς πρὸς τὸν αὐτοκράτορα εὐλαβείας καὶ τῆς πρὸς τοὺς καθωσιωμένους νόμους ἀποδοχῆς· γενήσεται δὲ τοῦτο, ἐὰν ὑπεκστῶμεν ἀβιώτου βίου καταφρονήσαντες.

ἀκοὴν ἐδεξάμεθα παλαιτάτην ὑπὸ τῶν κατὰ τὴν Ἑλλάδα λογίων παραδοθεῖσαν, οἳ τὴν τῆς Γοργόνος κεφαλὴν τοσαύτην ἔχειν δύναμιν ὡμολόγουν, ὥστε τοὺς προσιδόντας εὐθὺς λίθους καὶ πέτρους γίνεσθαι. τοῦτο μύθου μὲν πλάσμα ἔοικεν εἶναι, τὸ δ’ ἀληθὲς αἱ μεγάλαι καὶ ἀβούλητοι καὶ ἀνήκεστοι συντυχίαι ἐπιφέρουσιν. ὀργαὶ δεσπότου θάνατον ἀπεργάζονται ἢ παραπλήσιόν τι θανάτῳ.

νομίζεις, ὃ μήποτε γένοιτο, παραπεμπόμενον εἰ θεάσαιντό τινες τῶν ἡμετέρων εἰς τὸ ἱερὸν τὸν ἀνδριάντα, οὐκ ἂν εἰς πέτρους μεταβαλεῖν, παγέντων μὲν αὐτοῖς τῶν ἄρθρων, παγέντων δὲ τῶν ὀφθαλμῶν, ὡς μηδὲ κινηθῆναι δύνασθαι, ὅλου δὲ τοῦ σώματος τὰς [*](1 ἀντιβαίημεν CGO: ἀντιβαίνοιμεν ceteri οὔτως AD: οὕτω ceteri (v) σφαγὰς] φυγὰςM 3 κρεωνομείτωσαν Turn. ἀμαχὶ G, ἀμάχως A ἀναιμοτί ML 4 στρατιᾶς CGOAH2L: στρατείας H1, ει corr. ex ι M 5 κατάρξωμεν Η ἱεροῖς παραστησόμενοι CG: παραστησάμενοι MAH, παραστησόμεθα 6 ἀδελφοὺς — ἀδελφοκτόνοι οm. Α 7 γὰρ CGO: om. ceteri (v) 8 τὰς om. A εἶτα CO 9 γὰρ om. O 10 ἅδου C, ἀιδίου G ἀποκατασφάξαντες GO αὑτούς AH: αὐτούς CGO, ἑαυτούς M 11 γενέσθω CGA: γινέσθω OMH (v) μέμψαιτο C, πέμψαιτ᾿ G οὐδὲ θεὸς] οὐδεὶς coni. Mang. 13 καθοσιωμένους G 14 ἀναβιώτου G 14. 15 παλαιτάτην CGOH: πάλαι ταύτην MA; παλαιοτάτην L (v) 1.5 οἲ τὴν] ἢ G 16 ὡμολόγουν] ἐμυθολόγουν coni. Mang. 17 πέτρας A,O (sed corr.) τοῦτο bis posuit τοῦτο μὲν μύθου μὲν (sic) M 18 δὲ CO ἀλληθὲς M μεγάλοι M ἀνήκεστοι Mang.: μέγιστοι CGO, μέγισται AH (v), μέγισται ἁ ex ὁ) M; καὶ μέγισται seclusit Dahl 19 ἐπιφέρουσιν] ἐπιμαρτυροῦσιν coni. Mang. 20 νομίζῃς C 21 θεάσαιντό GOMH: θεασωιντό (sic) C, θεάσονταί Α 22 πέτρους Cohn: πέτρον codd. (v) μέν L αὐτῆς H2 corr. ’’ αὐτοῖς — παγέντων δέ om. L (Turn.) 23 δὲ ΜΑΗ1: δὴ H2L, om. CGO τἀς om. Η1, add. H2) [*](1. 2 DC fol. 50v DK fol. 183v DR fol. 60ν Φίλωνος ἐκ τῆς πρός Γάιον πρεσβείας fol. 160r Φίλωνος DM fol. 138v DP fol. 140 DV p. 448 Anton. Μel. II 24 Col. 1068 Φίλωνος: οὐδεὶς — δεσπότη.)

v.6.p.200
φυσικὰς κινήσεις μεταβαλόντος καθ’ ἕκαστον τῶν ἐν τῇ κοινωνίᾳ μερῶν αὐτοῦ;

τελευταίαν δέησιν, ὦ Πετρώνιε, ποιησόμεθα δικαιοτάτην· οὔ φαμεν μὴ δεῖν τὰ κελευσθέντα δρᾶν, ἀλλ’ ἀναχώρησιν αἰτούμεθα προσικετεύοντες, ἵνα πρεσβείαν ἑλόμενοι πέμψωμεν τὴν ἐντευξομένην τῷ δεσπότῃ.

τάχα που πρεσβευσάμενοι πείσομεν, ἢ περὶ θεοῦ τιμῆς πως διεξελθόντες ἢ περὶ νομίμων ἀκαθαιρέτων φυλακῆς ἢ περὶ τοῦ μὴ πάντων καὶ τῶν ἐν ἐσχατιαῖς ἐθνῶν, οἷς τετήρηται τὰ πάτρια, ἔλαττον ἐνέγκασθαι ἢ περὶ ὧν ὁ πάππος αὐτοῦ καὶ πρόπαππος ἔγνωσαν ἐπισφραγιζόμενοι τὰ ἡμέτερα ἔθη μετὰ πάσης ἐπιμελείας.

ἴσως ταῦτα ἀκούων ἔσται μαλακώτερος· οὐκ ἐν ὁμοίῳ μένουσιν αἱ γνῶμαι τῶν μεγάλων, αἱ δὲ σὺν ὀργῇ καὶ τάχιστα κάμνουσι. διαβεβλήμεθα, τὰς διαβολὰς ἐπίτρεψον ἰάσασθαι· ἀκρίτους καταγνωσθῆναι χαλεπόν.

ἐὰν δὲ μὴ πείσωμεν, τί λοιπὸν ἐμποδών ἐστιν [ἢ] ταῦτα ἃ καὶ νῦν διανοῇ πράττειν; ἕως οὐ πεπρεσβεύμεθα, μὴ ἀποκόψῃς τὰς ἀμείνους ἐλπίδας μυριάδων τοσούτων, αἷς οὐχ ὑπὲρ κέρδους ἀλλ’ ὑπὲρ εὐσεβείας ἐστὶν ἡ σπουδή. καίτοι γε ἡμάρτομεν τοῦτο εἰπόντες· τί γὰρ ἂν εἴη κέρδος λυσιτελέστερον ὁσιότητος ἀνθρώποις;“

Ταῦτα δὲ διεξῄεσαν ὑπ’ ἀγωνίας καὶ περιπαθήσεως ἄσθματι πολλῷ, κεκομμένῳ τῷ πνεύματι, ῥεόμενοι κατὰ τῶν μελῶν ἁπάντων ἱδρῶτι, μετὰ φορᾶς ἀπαύστων δακρύων, ὡς ἤδη συναλγεῖν τοὺς ἀκούοντας καὶ τὸν Πετρώνιον — ἦν γὰρ καὶ τὴν φύσιν εὐμενὴς καὶ ἥμερος — ὑπὸ τῶν λεχθέντων καὶ ὁρωμένων συνηρπάσθαι· ἐδόκει γὰρ αὐτῷ καὶ τὰ λεγόμενα εἶναι δικαιότατα καὶ οἰκτρά τις ἡ τῶν ὁρωμένων περιπάθησις.