Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τὸν γὰρ ἀνεψιὸν καὶ κοινωνὸν ἀπολειφθέντα τῆς ἀρχῆς καὶ οἰκειότερον αὐτοῦ διάδοχον — ὁ μὲν γὰρ θέσει υἱωνὸς ἦν, ὁ δὲ φύσει Τιβερίου — κτείνει προφασισάμενος ἐπιβουλήν, μηδὲ τῆς ἡλικίας χωρούσης ἔγκλημα τοιοῦτον· ἄρτι γὰρ ἐκ παίδων εἰς μειράκιον ὁ δύστηνος μετῄει.

καὶ ὥς γέ φασί τινες, εἰ βραχὺν ἐπεβίω χρόνον Τιβέριος, ὁ μὲν ἂν ἐκποδὼν ἐγεγένητο Γάιος, δι’ ὑποψιῶν κεχωρηκὼς ἀνηκέστων, ὁ δὲ γνήσιος υἱωνὸς μόνος ἀπεδέδεικτο ἡγεμὼν καὶ κληρονόμος τῆς παππῴας ἀρχῆς.

ἀλλ’ ὁ μὲν ὑπὸ τῆς εἱμαρμένης ἔφθη συναρπασθείς, πρὶν ἐπὶ τέλος ἀγαγεῖν τὰ βουλεύματα· Γάιος δὲ τὴν ἐκ τοῦ παραβαίνειν τὰ πρὸς τὸν κοινωνὸν δίκαια διαβολὴν ἐνόμιζεν ἀποδράσεσθαι καταστρατηγῶν.

τὸ δὲ σόφισμα τοιοῦτον ἦν· συναγαγὼν τοὺς ἐν τέλει „βούλομαι μὲν“ ἔφη „τὸν γένει μὲν ἀνεψιὸν εὐνοίᾳ δὲ ἀδελφόν, ἑπόμενος καὶ τῇ τοῦ τετελευτηκότος Τιβερίου γνώμῃ, κοινοπραγεῖν τῆς αὐτοκρατοῦς ἐξουσίας· ὁρᾶτε δὲ καὶ αὐτοὶ νήπιον ἔτι ὄντα κομιδῇ καὶ χρῄζοντα ἐπιτρόπων καὶ διδασκάλων καὶ παιδαγωγῶν.

ἐπεὶ τί ἂν ἦν μεῖζον ἀγαθὸν ἢ τὰ τοσαῦτα βάρη τῆς ἡγεμονίας μὴ μίαν ψυχὴν ἢ σῶμα ἓν ἐπηχθίσθαι, ἀλλ’ ἔχειν τὸν δυνησόμενον ἐπελαφρίζειν καὶ συνεπικουφίζειν; ἐγὼ δὲ“ ἔφη "παιδαγωγοὺς καὶ διδασκάλους καὶ ἐπιτρόπους ὑπερβαλὼν ἐμαυτὸν μὲν ἤδη

γράφω πατέρα, υἱὸν δὲ ἐκεῖνον.“ τούτοις καὶ τοὺς παρόντας ἀπατήσας καὶ τὸ μειράκιον — δέλεαρ γὰρ ἦν ἡ θέσις οὐκ ἐλπιζομένης ἡγεμονίας, ἀλλ’ ἀφαιρέσεως ἧς εἶχεν ἤδη — τῷ συγκληρονόμῳ καὶ κοινωνῷ δικαίῳ μετὰ πολλῆς ἀδείας οὐδενὸς ἔτι πεφροντικὼς ἐπεβούλευεν. ἡ γὰρ υἱοῦ παντελὴς ἐξουσία κατὰ τοὺς τῶν Ῥωμαίων νόμους [*](1 ἀπολειφθέντα] ἀποδειχθέντα coni. Mang. 4 πρός ante ἔγκλημα add. CGO οι τοσοῦτον M ὁ δύστηνος εἰς μειράκιον transp. M 5 ἐπεβίωσε 6 ἂν] γὰρ A δι’] δ’ M 7 ἂν ἀποδέδεικτο M, ἀπεδείκνυτο A, ἀποδέδεικτο L 8 ὑπό] ἔπι Ο 9 ἀγαγεῖν OMAH: ἐπαγαγεῖν CG τὴν] τῆ M, τοῦ H1 τῆς H2L 10 κοινωνὸν] κοινὸν εὐεργέτην Α διαβολὴν CA: διαβολὴ 0, διαβολὴ GM, διαμονῆς H ἀποδράσεσθαι CGA (Mang.): ἀποδράσασθαι OMH (Turn.) καταστρατηγῶν σοφίσματι coni. Mang. 11 τοιοῦτον σόφισμ’ transp. Α βουλοίμην coni. Maug. (Dahl) μὲν om. Α 13 τελευτηκότος GH, τελευτήσαντος M 14 pr. καὶ om. H αὐτὸν ἔτ᾿ A om. M 15 ἢ] εἰ AH​ 16 μία ψυχὴ A ἐπηχθίσθαι CM: ἐπιχθῆσθαι G, ἐπηχθῆσθαι 0, ἐπηχθίσθη Α, ἐπήχθισται H ἔχειν] ἔσχε Α 17 ἐπικουφίζειν H δ’ Α ἔφη seclusit Dah] 18 ὑπερβαλὼν] ὑπερβάς coni. Mang., ὑπερβαίνων coni. Cohn. μὲν CGO: om. ceteri (v) 19 δ’ Α 20 δέλεαρ — θέσις om. Α 21 ἀλλὰ C ἧς Cohn et Wendl. : ἣν codd. (v) εἶχον M τῶ GOAH: τῶν CM συγκληρονόμω Α (coni. Mang.): σκληρονόμων G, συγκληρονόμων ceteri (v) ; συγκληρονομεῖν coni. Ernesti 21. 22 καὶ κοινωνῷ om. OA 22 κοινωνῷ Mang.: κοινωνῶν codd. (v): κοινωνεῖν coni. Ernesti δικαίω CGOH: δικαίων MA (coni. Mang.) οὐδὲν Η 23 τῶν om. MA)

v.6.p.161
ἀνάκειται πατρί, δίχα τοῦ καὶ ἀνυπεύθυνον ἀρχὴν εἶναι τὴν αὐτοκράτορα, μηδενὸς ἐπὶ τοῖς ὁπωσοῦν πεπραγμένοις λόγον ἀπαιτεῖν τολμῶντος ἢ δυναμένου.

τοῦτον μὲν δὴ καθάπερ ἐν τοῖς ἀγῶσιν ἔφεδρον ὑπολαβὼν εἶναι καταπαλαίει, μήτε συντροφίας μήτε οἰκειότητος μήτε ἡλικίας οἶκτον λαβών, δύστηνον, ὠκύμορον, συνάρχοντα, συγκληρονόμον, τὸν ἐλπισθέντα ποτὲ καὶ μόνον αὐτοκράτορα διὰ τὴν πρὸς Τιβέριον ἐγγυτάτω συγγένειαν· υἱωνοὶ γὰρ πατέρων ἀποθανόντων ἐν υἱῶν τάξει παρὰ πάπποις καταριθμοῦνται.

λέγεται δὲ ὅτι καὶ κελευσθεὶς αὐτοχειρίᾳ κτείνειν ἑαυτόν, ἐφεστώτων ἑκατοντάρχου καὶ χιλιάρχου, οἷς εἴρητο μὴ συνεφάψασθαι τοῦ ἄγους, ὡς οὐκ ἐξὸν αὐτοκρατόρων ἀπογόνους πρὸς ἑτέρων ἀναιρεῖσθαι — νόμων γὰρ ἐν ἀνομίαις καὶ ὁσιότητος ἐν ἀνοσιουργίαις ἐμέμνητο κατειρωνευόμενος τὴν φύσιν τῆς ἀληθείας —, ἀπείρως ἔχων — οὐδὲ γὰρ ἕτερόν τινα κτεινόμενον εἶδεν οὐδὲ ἤσκητό πω ταῖς ὁπλομαχίαις, αἳ μελέται καὶ προγυμνάσματα παίδων ἐφ’ ἡγεμονίᾳ τρεφομένων εἰσὶ διὰ τοὺς ἐνισταμένους πολέμους — τὸ μὲν πρῶτον τοὺς ἥκοντας παρεκάλει τὸν αὐχένα προτείνας ἀνελεῖν.

ὡς δ’ οὐχ ὑπέμενον, αὐτὸς λαβὼν τὸ ξίφος ἐπυνθάνετο τὸν καιριώτατον τόπον ὑπ’ ἀγνοίας καὶ ἀηθείας, ἵνα εὐσκόπῳ πληγῇ τὴν ἀθλίαν ζωὴν ἀπορρήξῃ. καὶ οἱ μὲν οἷα διδάσκαλοι κακοδαιμονίας ὑφηγοῦντό τε καὶ ἐδείκνυσαν τὸ μέρος, ᾧ χρὴ τὸ ξίφος ἐπενεγκεῖν· ὁ δὲ πρώτην καὶ ὑστάτην μάθησιν ἀναδιδαχθεὶς ἀνδροφόνος αὐτὸς αὑτοῦ γίνεται βιασθείς, ὁ δύστηνος.

Ἐπεὶ δὲ ὁ πρῶτος καὶ μέγιστος ἆθλος οὗτος Γαΐῳ κατείργαστο, μηδενὸς ἔτι λειπομένου κοινωνοῦ τῆς ἡγεμονίας πρὸς ὃν ἀποκλινοῦσί τινες τῶν ἐθελοκακούντων καὶ ἐν ὑποψίαις ὄντων, ἐπὶ δεύτερον εὐθὺς ἐκονίετο τὸν Μάκρωνος, ἀνδρὸς εἰς πάντα αὐτῷ συναγωνισαμένου τὰ τῆς ἀρχῆς, οὐ μόνον ἀποδειχθέντι ἡγεμόνι — κολακείας γὰρ ἴδιον τὰς εὐπραγίας θεραπεύειν — ἀλλὰ καὶ πρότερον εἰς τὸ τυχεῖν τῆς ἡγεμονίας.

ὁ γὰρ Τιβέριος [*](1 Η καὶ τοῦ transp. M καὶ om. τὴν] τὸν H αὐτοκράτορος coni. Mang. 2 ὁποσοῦν M πεπραγμένοις ὁπωσοῦν trausp. Α πεπραγμένοις] γινομένοις M 3 ἀγω σιν (σιν ἔ eras.) C 4 tert. μήτε] μήθ’ Α 6 οὐκ post μόνον „ex mss." se restituisse ait Mang., sed om. codd. omnes (Turn.) ἐγγυτάτην Η (Turn.) 7 υἱωνοὶ] υἱῶν· οἱ CGO ἀποθανόντων πατέρων transp. Α υἱωνοὶ post ἀποθανόντων add. CGO 8 δ’ Α κτεῖναι ἑαυτῶν Α 9 ἑκατοντάρχων καὶ χιλιάρχων Η (Turn.) 10 τοῦ] τοὺς G ἅγους Η ἕξων G, ἐξῆν Α ἀναιρεῖσθαι] ἀπολεῖσθαι A 13 ἴδεν G οὐδὲ codd: οὐδ’ V 14 εἰσὶν CL 15 μὲν om. Α γὰρ ante πρῶτον add. M 16 προτείνας 0: ἀποτείνας ceteri (v) δὲ GO 17 ὑπ’] τῆς A ἵν’ Α 20 ἐνεγκεῖν 21 αὐτοῦ GOM 22 δ’ Α οὕτως M 23 κοινωνοῦ τῆς ἡγεμονίας Cohn: τῆς ἡγεμονίας codd. (v) ; τῆς συγγενείας vel τῆς ἡγεμονίδος οἴκου coni. Mang. ἀποκλίνουσι GH 24 τὸν] τῶν M 25 ἅπαντ’ Α 26 εὐπραγίας Α (Mang.): εὐπραξίας ceteri (Turn.)) [*](26. 27 DK fol. 191r ἐκ τῆς πρός Γάιον πρεσβείας: κολάκων ἴδιον τὰς εὐπραξίας θεραπεὺειν.)

v.6.p.162
φρονήσει βαθείᾳ χρώμενος καὶ τῶν κατ’ αὐτὸν ἁπάντων δεινότατος ὢν ἀφανὲς ἀνθρώπου βούλημα συνιδεῖν καὶ ἐπὶ τοσοῦτον συνέσει διενεγκών, ἐφ’ ὅσον καὶ εὐτυχίᾳ, πολλάκις ὑπεβλέπετο τὸν Γάιον ὡς κακόνουν μὲν ἅπαντι τῷ Κλαυδίων οἴκῳ, προσκείμενον δὲ μόνῳ τῷ μητρῴῳ γένει — καὶ ἐδεδίει περὶ τοῦ υἱωνοῦ, μὴ νέος ἀπολειφθεὶς παραπόληται —,

πρὸς δὲ ἀρχὴν καὶ τοσαύτην ἀνεπιτηδείως ἔχοντα διά τε τὸ τῆς φύσεως ἄμικτον καὶ ἀκοινώνητον καὶ τὴν τῶν ἠθῶν ἀνωμαλίαν· ἀλλόκοτα γὰρ αὐτῷ καὶ ἐπιμανῆ κατεφαίνετο, μηδεμιᾶς σῳζομένης ἀκολουθίας, μήτε ἐν λόγοις μήτε ἐν ἔργοις.

ἃ παντὶ σθένει κατὰ τὸ παρεῖκον ὁ Μάκρων ἐθεράπευε, τὰς μὲν ὑπονοίας τοῦ Τιβερίου καὶ ἐν οἷς μάλιστ’ ἐδόκει τὴν διάνοιαν ἑλκοῦσθαι διὰ τὸν ἄληκτον ἐπὶ τῷ υἱωνῷ φόβον ἐξιώμενος.