Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

ἰδόντες δὲ τῶν Πετρωνίου τινὲς ὄχλον ἀμύθητον φερόμενον ἐβοηδρόμουν ἀπαγγέλλοντες, ἵνα φυλάττηται, πόλεμον προσδοκήσαντες. ἔτι δὲ διηγουμένων, ὁ μὲν ἀφρούρητος ἦν, ἡ δὲ τῶν Ἰουδαίων πληθὺς ἐξαπιναίως ὥσπερ νέφος ἐπιστᾶσα πᾶσαν Φοινίκην ἐπέσχε, κατάπληξιν τοῖς οὐκ εἰδόσι τὴν τοῦ ἔθνους πολυανθρωπίαν ἐργασαμένη.

καὶ βοὴ μὲν τοσαύτη τὸ πρῶτον ἤρθη μετὰ κλαυθμῶν καὶ στερνοτυπιῶν, ὡς ἂν μηδὲ τὰς ἀκοὰς τῶν παρόντων χωρεῖν τὸ μέγεθος· οὐδὲ γὰρ ἐπαύσατο παυσαμένων, ἀλλ’ ἡσυχασάντων ἔτι συνήχει. ἔπειτα πρόσοδοι καὶ δεήσεις, οἵας ὁ καιρὸς ὑπέβαλλε· διδάσκαλοι γὰρ τοῦ παρόντος αὐταὶ αἱ συμφοραί. εἰς τάξεις δὲ ἓξ διενεμήθησαν, πρεσβυτῶν, νέων, παίδων, πάλιν ἐν μέρει πρεσβυτίδων, γυναικῶν τῶν ἐν ἡλικίᾳ, παρθένων.

ἐπεὶ δὲ ὁ [*](2 Ἰουδαίων] ἱερέων (sic) A 3 καὶ CGO : om. ceteri συμβούλευσον (sic) C 4 γάρ om. Α 6 καταστορέσουσιν L (Mang.) 7.8 ἀναδιδάξαι Wendl.: ἀναδιδάξειν codd. (v) 8 διημάρτανεν C 9 φησιν ML ἀήθους Mang.: ἀληθοῦς codd. |(v) 10 καταπαγῆναι Cohn: καταπλαγῆναι codd. (v) ; καταπεπηγέναι coni. Mang. 12 τοιαῦτ’ A πολλαῖς ἠνέγκαμεν G εὐγήρω CGO: εὐγήρων ceteri (v) 13 εὐτυχεῖς] ἀτυχεῖς Α ἴδε G 15 ἐποδύνου G 16 pr. οὔτ’ A 17 τοιαῦτ’ Α 18 ἱεράπολιν ΟΑ 19.20 ἐξεληλύθεισαν (-ησαν G) codd. (v) 20 καὶ κώμας οm. Η 21 συνέτειναν 25 τοῖς om. 26 εἰδόσιν L 27 τὸ C: om. ceteri 28 οὐδὲ] οὐ M 30 παρόντος suspectum; πρέποντος coni. Mang. αὗται Α)

v.6.p.198
Πετρώνιος ἐξ ἀπόπτου κατεφάνη, πᾶσαι αἱ τάξεις καθάπερ κελευσθεῖσαι προσπίπτουσιν εἰς ἔδαφος ὀλολυγὴν θρηνώδη τινὰ μεθ’ ἱκετηριῶν ἀφιεῖσαι. παραινέσαντος δὲ ἀνίστασθαι καὶ προσελθεῖν ἐγγυτέρω, μόλις ἀνίσταντο καὶ καταχεάμενοι πολλὴν κόνιν καὶ ῥεόμενοι δακρύοις, τὰς χεῖρας ἀμφοτέρας εἰς τοὐπίσω περιαγαγόντες τρόπον ἐξηγκωνισμένων, προσῄεσαν.

εἶτα ἡ γερουσία καταστᾶσα τοιάδε ἔλεξεν· „ἄοπλοι μέν ἐσμεν, ὡς ὁρᾷς, παραγενομένους δὲ αἰτιῶνταί τινες ὡς πολεμίους. ἃ δὲ ἡ φύσις ἑκάστῳ προσένειμεν ἀμυντήρια μέρη, χεῖρας, ἀπεστρόφαμεν, ἔνθα μηδὲν ἐργάσασθαι δύνανται, παρέχοντες αὑτῶν τὰ σώματα πρὸς εὐσκόπους τοῖς θέλουσιν ἀποκτεῖναι βολάς.

γυναῖκας καὶ τέκνα καὶ γενεὰς ἐπηγαγόμεθά σοι καὶ διὰ σοῦ προσεπέσομεν Γαΐῳ μηδένα οἴκοι καταλιπόντες, ἵνα ἢ περισώσητε πάντας ἢ πάντας πανωλεθρίᾳ διαφθείρητε. Πετρώνιε, καὶ τὰς φύσεις ἐσμὲν εἰρηνικοὶ καὶ τὴν προαίρεσιν, καὶ αἱ διὰ παιδοτροφίαν φιλεργίαι τοῦτο ἡμᾶς ἐξ ἀρχῆς ἐπαίδευσαν τὸ ἐπιτήδευμα.

Γαΐῳ παραλαβόντι τὴν ἡγεμονίαν πρῶτοι τῶν κατὰ Συρίαν ἁπάντων ἡμεῖς συνήσθημεν, Οὐιτελλίου τότε, παρ’ οὗ διεδέξω τὴν ἐπιτροπήν, ἐν τῇ πόλει διατρίβοντος, ᾧ τὰ περὶ τούτων ἐκομίσθη γράμματα, καὶ ἀπὸ τῆς ἡμετέρας πόλεως εὐαγγελιουμένη πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη.

πρῶτον τὸ ἡμέτερον ἱερὸν ἐδέξατο τὰς ὑπὲρ τῆς ἀρχῆς Γαΐου θυσίας, ἵνα πρῶτον ἢ καὶ μόνον ἀφαιρεθῇ τῆς θρησκείας τὸ πάτριον; ἐξιστάμεθα τῶν πόλεων, παραχωροῦμεν τῶν οἰκιῶν καὶ κτημάτων, ἔπιπλα καὶ χρήματα καὶ κειμήλια καὶ τὴν ἄλλην ἅπασαν λείαν εἰσοίσομεν ἑκόντες· λαμβάνειν, οὐ διδόναι, ταῦτα νομιοῦμεν.

ἓν ἀντὶ πάντων αἰτούμεθα, μηδὲν ἐν τῷ ἱερῷ γενέσθαι νεώτερον, ἀλλὰ φυλαχθῆναι τοιοῦτον, οἷον παρὰ τῶν πάππων καὶ προγόνων παρελάβομεν. εἰ δὲ μὴ πείθομεν, παραδίδομεν ἑαυτοὺς εἰς ἀπώλειαν, ἵνα μὴ ζῶντες ἐπίδωμεν θανάτου χεῖρον κακόν. πυνθανόμεθα πεζὰς καὶ ἱππικὰς δυνάμεις εὐτρεπίσθαι [*](1 κελευθεῖσαι G 2 προπίπτουσιν G, πίπτουσιν Α τοὔδαφος Α 3 ἐγγύτερον H 4 καταχεόμενοι AH (Mang.) 5 περιαγαγόντες om. A ἐξηγκονισμένων H 6 εἶθ᾿ Α τοιάδ’ A μέν ἐσμεν scripsi: μέν codd.; ἐσμεν ν 7 παραγινομένους A 8 ἀποστρόφαμεν G, ἀπεστρώφαμεν M, ἀπεστράφημεν Α μηδὲ Η1, corr. 2 9 αὑτῶν A: αὐτῶν ceteri (v) 10 βολάς CGH2L (Mang.): βουλάς GMH1 (Turn.), υ eras.O γενεὰς] συγγενείας coni. Mang. 11 προσεπέσομεν Cohn: προσπεσούμεθα codd. (v) 12 περισώσηται CO ἢ om. H1, add. H2, ἡ M πάντας om. H διαφθείρηται CGO 15 πρώτω G 16 οὐϊτελίου O, ἰουτελίου A 17. 18 ἡμετέρας om. Α 18 πρὸς τὰς ἄλλας ἔδραμεν ἡ φήμη CGO : ἔδραμεν ἡ φ. πρὸς τὰς ἄλλας ceteri πρῶτον] πρὸ ι τερον O 19 ἱερὸν om Η1, ss. Η2 20 θρησκείας CGO: θυσίας ceteri 21 οἰκειῶν A χρήματα Mang.: κτήματα codd. (v): καὶ κτήματα sechisit Dahl 22 λείαν] χρείω coni. Matthaei εἰσοίσωμεν CG 23 ἑνὸς L μηδὲ H1, corr. H2 24 περὶ M 25 προγόνων] προπάππων A πείθωμεν C, πείθοιμεν A 25. 26 παραδίδωμεν C, παραδιδόαμεν A (Mang.) 26 αὑτοὺς A μὴ ζῶντες] μείζοντες G θάνατον G, θανάτων A χείρω κάκα A καὶ ἱππικὰς δυνάμεις CG: 6. καὶ ἱππικὰς ceteri εὐτρεπεῖσθαι G, ηὐτρεπίσθαι C (v), ἠύ corr. ex εὑ H2)

v.6.p.199
καθ’ ἡμῶν, εἰ πρὸς τὴν ἀνάθεσιν ἀντιβαίημεν. οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν ἐναντιοῦσθαι δεσπότῃ· παρέχομεν ἐν ἑτοίμῳ τὰς σφαγὰς ἄσμενοι, κτεινέτωσαν, ἱερευέτωσαν, κρεανομείτωσαν ἀμαχεὶ καὶ ἀναιμωτί, πάντα ὅσα κεκρατηκότων ἔργα δράτωσαν. τίς δὲ χρεία στρατιᾶς;

αὐτοὶ κατάρξομεν τῶν θυμάτων οἱ καλοὶ ἱερεῖς, παραστησόμενοι τῷ ἱερῷ γυναῖκας οἱ γυναικοκτόνοι, ἀδελφοὺς καὶ ἀδελφὰς οἱ ἀδελφοκτόνοι, κούρους καὶ κόρας, τὴν ἄκακον ἡλικίαν, οἱ παιδοφόνται· τραγικῶν γὰρ ὀνομάτων δεῖ τοῖς τὰς τραγικὰς συμφορὰς ὑπομένουσιν.