Legatio Ad Gaium

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard and Reiter, Sigofried, editors. Opera quae supersunt, Volume 6. Berlin: Reimer, 1915.

τί λέγεις, ὦ δέσποτα; προειληφὼς οὐκ ἀνεξομένους, ἀλλ’ ὑπερασπιοῦντας τοῦ νόμου καὶ προαποθανουμένους τῶν πατρίων πολεμοποιεῖς; οὐ γὰρ ἔοικας δι’ ἄγνοιαν ὧν εἰκὸς ἦν ἀποβήσεσθαι τοῦ περὶ τὸ ἱερὸν ἅψασθαι νεωτερισμοῦ, προμαθὼν δὲ ἀκριβῶς τὰ μέλλοντα ὡς ἤδη παρόντα καὶ τὰ γενησόμενα ὡς χειριζόμενα τὴν στρατιὰν εἰσάγειν προσέταξας, ἵνα θυσίαις ἐναγέσι πρώταις καθιερωθῇ τὸ ἀφίδρυμα, σφαγαῖς ἀθλίων ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν.

ὁ μὲν οὖν Πετρώνιος τὰ ἐπισταλέντα διαναγνοὺς ἐν ἀμηχάνοις ἦν, οὔτε ἐναντιοῦσθαι δυνάμενος διὰ φόβον — ᾔδει γὰρ ἀφόρητον οὐ μόνον κατὰ τῶν τὰ κελευσθέντα μὴ πραξάντων, ἀλλὰ καὶ κατὰ τῶν μὴ εὐθύς — οὔτε ἐγχειρεῖν εὐμαρῶς· ᾔδει γὰρ ἀνθ’ ἑνὸς θανάτου μυρίους ἄν, εἴπερ δυνατὸν ἦν, ἐθελήσοντας ὑπομεῖναι μᾶλλον ἢ περιιδεῖν τι τῶν ἀπειρημένων δρώμενον.

ἅπαντες γὰρ ἄνθρωποι φυλακτικοὶ τῶν ἰδίων ἐθῶν εἰσι, διαφερόντως δὲ τὸ Ἰουδαίων ἔθνος· θεόχρηστα γὰρ λόγια τοὺς νόμους εἶναι ὑπολαμβάνοντες καὶ τοῦτο ἐκ πρώτης ἡλικίας τὸ μάθημα [*](2 περιοδιζούσαις AH: περιοριζούσαις COM, alt. ρ corr. in δ G Ἑλίκων v; siue accentu C 6 καὶ GGOH: ὅτι Α, om. M τ’ Α τῷ om. A 8 ἐγεγράφει CGO (Turn.): ἐγράφει L, ἐγγράφει MAH: ἔγραφε Mang. (Dahl) εὐφράτη CGOMA: εὐφράτου Η; Εὐφράτην ν ἡ τὴν Α: ἥτις CGO (v), ἦ τὴν MH 9. 10 τῆς ἰουδαίας CG: τοὺς ἰουδαίους ceteri (v) 10 παραπέμψουσιν G 11 διακωλύοι Matthaei: διακωλύῃ C, διακωλύει ceteri (v) ἀπολεῖται G λέγης C 12 δέσποτα] coni. Mang. προϋπειληφὼς Α αὐξομένους M τοῦ νόμου Α: τοῖς νόμοις ceteri (v) ; τῶν νόμων coni. Mang. 15 δ’ Α 16 χειριζόμενα scripsi: Χειριούμενα CGOMH (v), ἐν χειρὶ ἐσόμενα Α; ἐν ἀκαρεῖ ἐσόμενα coni. Mang. εἰσάγειν] προσάγειν Α (Maug.) ἐναγέσι Richt. (Tauchn.): εὐαγέσι codd. (v) ; ἀναγέσι coni. Mang. 17 πρώτως Α; πρῶτον coni. Cohn, καὶ ἐπαράτοις coni. Mang. ὁμοῦ ἀνδρῶν transp. H 18 διαναγνοὺς CGO: διαγνοὺς ceteri 19 ἐναντιοῦσθαι δυνάμενος CGOH2L: ἐναντιούμενος MAH1 ἤδη G ἀφόρητα Α; fort. Γάιον excidit οὐ] μὴ M 21 οὔτ’ GMA ἐγχειρῶν A 23 ἅπαν L φυλακτικοὶ Turn.: φυλακτοὶ CGOMH, φυλακταὶ A (Mang.) 24 εἰσιν CL (v) ἰουδαίων ἰουδαῖον G (v) λόγια om. Α 25 πάθημα G) [*](23. 24 DK fol. 249v ἐκ ἦς πρὸς Γάιον πρεσβείας: ἅπαντες ἄνθρωποι φύλακες τῶν ἰδίων ἐθνῶν (sic) εἰσιν.)

v.6.p.195
παιδευθέντες ἐν ταῖς ψυχαῖς ἀγαλματοφοροῦσι τὰς τῶν διατεταγμένων εἰκόνας·

εἶτα ἐναργεῖς τύπους καὶ μορφὰς αὐτῶν καθορῶντες ἀεὶ τοῖς λογισμοῖς αὑτῶν τεθήπασι· καὶ τοὺς μὲν τιμητικῶς ἔχοντας ἀλλοφύλους αὐτῶν οὐχ ἧττον τῶν ἰδίων ἀποδέχονται πολιτῶν, τοῖς δὲ ἢ καθαιροῦσιν ἢ χλευάζουσιν ὡς πολεμιωτάτοις ἀπέχθονται· καὶ πεφρίκασι μὲν ἕκαστον τῶν διηγορευμένων οὕτως, ὡς ἅπασαν τὴν παρ’ ἀνθρώποις εἴτε εὐτυχίαν εἴτε εὐδαιμονίαν χρὴ καλεῖν μηδέποτ’ ἂν ὑπὲρ παραβάσεως καὶ τοῦ τυχόντος ἂν ὑπαλλάξασθαι.

περιττοτέρα δὲ καὶ ἐξαίρετός ἐστιν αὐτοῖς ἅπασιν ἡ περὶ τὸ ἱερὸν σπουδή. τεκμήριον δὲ μέγιστον· θάνατος ἀπαραίτητος ὥρισται κατὰ τῶν εἰς τοὺς ἐντὸς περιβόλους παρελθόντων — δέχονται γὰρ εἰς τοὺς ἐξωτέρω τοὺς πανταχόθεν πάντας — τῶν οὐχ ὁμοεθνῶν.

εἰς δὴ ταῦτα ἀφορῶν ὁ Πετρώνιος βραδὺς ἦν ἐγχειρητής, ὅσον τόλμημα μεγαλουργεῖται σκεπτόμενος, καὶ συγκαλέσας ὡς ἐν συνεδρίῳ τοὺς τῆς ψυχῆς ἅπαντας λογισμοὺς τὴν ἑκάστου γνώμην διηρεύνα καὶ πάντας εὕρισκεν ὁμογνωμονοῦντας περὶ τοῦ μηδὲν κινεῖν τῶν ἐξ ἀρχῆς καθωσιωμένων, πρῶτον διὰ τὸ φύσει δίκαιον καὶ εὐσεβές, ἔπειτα διὰ τὸν ἐπικρεμάμενον κίνδυνον, οὐκ ἐκ θεοῦ μόνον ἀλλὰ καὶ τῶν ἐπηρεαζομένων.

ἔννοιά τε αὐτὸν εἰσῄει τοῦ ἔθνους, ὅσον ἐστὶν ἐν πολυανθρωπίᾳ, ὅπερ οὐκ ἐδέξατο καθάπερ τῶν ἄλλων ἕκαστον μιᾶς χώρας τῆς ἀποκεκληρωμένης αὐτῷ μόνῳ περίβολος, ἀλλ’ ὀλίγου δέω φάναι πᾶσα ἡ οἰκουμένη· κέχυται γὰρ ἀνά τε τὰς ἠπείρους καὶ νήσους ἁπάσας, ὡς τῶν αὐθιγενῶν μὴ πολλῷ τινι δοκεῖν ἐλαττοῦσθαι.

τοσαύτας μυριάδας ἐφέλκεσθαι πολεμίων ἆρ’ οὐ σφαλερώτατον; ἀλλὰ μήποτε γένοιτο συμφρονήσαντας τοὺς ἑκασταχοῦ πρὸς ἄμυναν ἐλθεῖν· ἄμαχόν τι συμβήσεται χρῆμα· δίχα τοῦ καὶ τοὺς τὴν Ἰουδαίαν κατοικοῦντας ἀπείρους τε εἶναι τὸ πλῆθος καὶ τὰ σώματα γενναιοτάτους καὶ τὰς ψυχὰς εὐτολμοτάτους καὶ προαποθνῄσκειν αἱρουμένους τῶν πατρίων ὑπὸ φρονήματος, ὡς μὲν ἔνιοι τῶν διαβαλλόντων εἴποιεν ἄν, βαρβαρικοῦ, ὡς δὲ ἔχει τἀληθές, ἐλευθερίου καὶ εὐγενοῦς.

ἐφόβουν δὲ αὐτὸν καὶ αἱ πέραν [*](1 τῶν διατεταγμένων] διὰ τῶν τεταγμένων G 2 αὐτῶν om. A 3 αὑτῶν] αὐτῶν codd. (v) 4 ἡ MAH (Dahl): ἤδη CGO (v) ; ἢ δὴ coni. Mang. 5 πολεμιωτάτους MH1 (corr. H2 ἀπέχθονται] ἀπομάχονται Α πεφρίκασιν μὲν om.) Α 6 ἅπασιν H1 corr. H2 παρὰ CG εἴτ᾿ Α 7 εἴτ’ A μηδέποτε Η 9 τὸ ἱερὸν] τῶν ἱερῶν Α 11 ἐξωτέρους οὐ corr. ex ὢ) C τοὺς πανταχόθεν CGO: om. ceteri 12 οὐχ om. Turn. ταῦτ’ A 15 ηὕρισκεν GOM ὁμογνομονοῦντας Turn. 16 καθοσιωμένων G καὶ om. M 18 αὐτῶν M 19 ἐδέξατο AH: ἐξεδέξατο CGOM (v) 20 περίβολος A: περίβολον ceteri 21 ἡ οἰκουμένη] ἡκουμένη M 22 τινι] τι Α 23 πολεμίων] δυναμένων H ἀρ’ CA: ἄρα GOMH σφαλερώτερον Α 24 γένοιτο om. CGO (Turn.) 25 τοῦ om. H κατοικοῦντας CGO: οἰκοῦντας ceteri 26 γενναιότατοι H1, corr. H2 27 αἱρομένους (sic) M τῶν πατρίων αἱρουμένους transp. Α 28 δέ CGO: δ’ ceteri 29 ἐλευθέρου CO (Turn.) δ’ Α)

v.6.p.196
Εὐφράτου δυνάμεις· ᾔδει γὰρ Βαβυλῶνα καὶ πολλὰς ἄλλας τῶν σατραπειῶν ὑπὸ Ἰουδαίων κατεχομένας, οὐκ ἀκοῇ μόνον ἀλλὰ καὶ πείρᾳ· καθ’ ἕκαστον γὰρ ἐνιαυτὸν ἱεροπομποὶ στέλλονται χρυσὸν καὶ ἄργυρον πλεῖστον κομίζοντες εἰς τὸ ἱερὸν τὸν ἀθροισθέντα ἐκ τῶν ἀπαρχῶν, δυσβάτους καὶ ἀτριβεῖς καὶ ἀνηνύτους ὁδοὺς περαιούμενοι, ἃς λεωφόρους εἶναι νομίζουσιν, ὅτι πρὸς εὐσέβειαν ἄγειν δοκοῦσι.